‘κλῦτε, Πανελλήνων προφερέστατοι, εἰ ἐτεὸν δὴ
210οἵδ᾽ ὑμεῖς, οὓς δή κρυερῇ βασιλῆος ἐφετμῇ
Ἁργῴης ἐπὶ νηὸς ἄγει μετὰ κῶας Ἰήσων.
ὑμεῖς ἀτρεκέως. ἔτι μοι νόος οἶδεν ἕκαστα
ᾗσι θεοπροπίῃσι. χάριν νύ τοι, ὦ ἄνα Λητοῦς
υἱέ, καὶ ἀργαλέοισιν ἀνάπτομαι ἐν καμάτοισιν.
215Ἱκεσίου πρὸς Ζηνός, ὅτις ῥίγιστος ἀλιτροῖς
ἀνδράσι, Φοίβου τ᾽ ἀμφὶ καὶ αὐτῆς εἵνεκεν Ἥρης
λίσσομαι, ᾗ περίαλλα θεῶν μέμβλεσθε κιόντες,
χραίσμετέ μοι, ῥύσασθε δυσάμμορον ἀνέρα λύμης,
μηδέ μ᾽ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες
220αὔτως. οὐ γὰρ μοῦνον ἐπ᾽ ὀφθαλμοῖσιν Ἐρινὺς
λὰξ ἐπέβη, καὶ γῆρας ἀμήρυτον ἐς τέλος ἕλκω:
πρὸς δ᾽ ἔτι πικρότατον κρέμαται κακὸν ἄλλο κακοῖσιν.
ἅρπυιαι στόματός μοι ἀφαρπάζουσιν ἐδωδὴν
ἔκποθεν ἀφράστοιο καταΐσσουσαι ὄλεθροι.
225ἴσχω δ᾽ οὔτινα μῆτιν ἐπίρροθον. ἀλλά κε ῥεῖα
αὐτὸς ἑὸν λελάθοιμι νόον δόρποιο μεμηλώς,
ἢ κείνας: ὧδ᾽ αἶψα διηέριαι ποτέονται.
τυτθὸν δ᾽ ἢν ἄρα δήποτ᾽ ἐδητύος ἄμμι λίπωσιν,
πνεῖ τόδε μυδαλέον τε καὶ οὐ τλητὸν μένος ὀδμῆς:
230οὔ κέ τις οὐδὲ μίνυνθα βροτῶν ἄνσχοιτο πελάσσας,
οὐδ᾽ εἴ οἱ ἀδάμαντος ἐληλάμενον κέαρ εἴη.
ἀλλά με πικρὴ δῆτα καὶ ἄατος ἴσχει ἀνάγκη
μίμνειν καὶ μίμνοντα κακῇ ἐνὶ γαστέρι θέσθαι.
τὰς μὲν θέσφατόν ἐστιν ἐρητῦσαι Βορέαο
235υἱέας. οὐδ᾽ ὀθνεῖοι ἀλαλκήσουσιν ἐόντες,
εἰ δὴ ἐγὼν ὁ πρίν ποτ᾽ ἐπικλυτὸς ἀνδράσι Φινεὺς
ὄλβῳ μαντοσύνῃ τε, πατὴρ δέ με γείνατ᾽ Ἀγήνωρ:
τῶν δὲ κασιγνήτην, ὅτ᾽ ἐνὶ Θρῄκεσσιν ἄνασσον,
Κλειοπάτρην ἕδνοισιν ἐμὸν δόμον ἦγον ἄκοιτιν.’
240 Ἴσκεν Ἀγηνορίδης: ἀδινὸν δ᾽ ἕλε κῆδος ἕκαστον
ἡρώων, πέρι δ᾽ αὖτε δύω υἷας Βορέαο.
δάκρυ δ᾽ ὀμορξαμένω σχεδὸν ἤλυθον, ὧδέ τ᾽ ἔειπεν
Ζήτης, ἀσχαλόωντος ἑλὼν χερὶ χεῖρα γέροντος:
‘῀Ἀ δείλ᾽, οὔτινά φημι σέθεν σμυγερώτερον ἄλλον
245ἔμμεναι ἀνθρώπων. τί νύ τοι τόσα κήδε᾽ ἀνῆπται;
ἦ ῥα θεοὺς ὀλοῇσι παρήλιτες ἀφραδίῃσιν
μαντοσύνας δεδαώς; τῶ τοι μέγα μηνιόωσιν;
ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται ἱεμένοισιν
χραισμεῖν, εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμων
250νῶιν. ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἐνιπαὶ
ἀθανάτων. οὐδ᾽ ἂν πρὶν ἐρητύσαιμεν ἰούσας
Ἁρπυίας, μάλα περ λελιημένοι, ἔστ᾽ ἂν ὀμόσσῃς,
μὴ μὲν τοῖό γ᾽ ἕκητι θεοῖς ἀπὸ θυμοῦ ἔσεσθαι.’
ὧς φάτο: τοῦ δ᾽ ἰθὺς κενεὰς ὁ γεραιὸς ἀνέσχεν
255γλήνας ἀμπετάσας, καὶ ἀμείψατο τοῖσδ᾽ ἐπέεσσιν:
‘σίγα: μή μοι ταῦτα νόῳ ἔνι βάλλεο, τέκνον.
ἴστω Λητοῦς υἱός, ὅ με πρόφρων ἐδίδαξεν
μαντοσύνας: ἴστω δὲ δυσώνυμος, ἥ μ᾽ ἔλαχεν, κὴρ
καὶ τόδ᾽ ἐπ᾽ ὀφθαλμῶν ἀλαὸν νέφος, οἵ θ᾽ ὑπένερθεν
260δαίμονες, οἳ μηδ᾽ ὧδε θανόντι περ εὐμενέοιεν,
ὡς οὔ τις θεόθεν χόλος ἔσσεται εἵνεκ᾽ ἀρωγῆς.’