ἦ, καὶ ὁ μὲν φόρμιγγα σὺν ἀμβροσίῃ σχέθεν αὐδῇ.
τοὶ δ᾽ ἄμοτον λήξαντος ἔτι προύχοντο κάρηνα
πάντες ὁμῶς ὀρθοῖσιν ἐπ᾽ οὔασιν ἠρεμέοντες
515κηληθμῷ: τοῖόν σφιν ἐνέλλιπε θέλκτρον ἀοιδῆς.
οὐδ᾽ ἐπὶ δὴν μετέπειτα κερασσάμενοι Διὶ λοιβάς,
ἣ θέμις, ἑστηῶτες ἐπὶ γλώσσῃσι χέοντο
αἰθομέναις, ὕπνου δὲ διὰ κνέφας ἐμνώοντο.
αὐτὰρ ὅτ᾽ αἰγλήεσσα φαεινοῖς ὄμμασιν Ἠὼς
520Πηλίου αἰπεινὰς ἴδεν ἄκριας, ἐκ δ᾽ ἀνέμοιο
εὔδιοι ἐκλύζοντο τινασσομένης ἁλὸς ἄκραι,
δὴ τότ᾽ ἀνέγρετο Τῖφυς: ἄφαρ δ᾽ ὀρόθυνεν ἑταίρους
βαινέμεναί τ᾽ ἐπὶ νῆα καὶ ἀρτύνασθαι ἐρετμά.
σμερδαλέον δὲ λιμὴν Παγασήιος ἠδὲ καὶ αὐτὴ
525Πηλιὰς ἴαχεν Ἀργὼ ἐπισπέρχουσα νέεσθαι.
ἐν γάρ οἱ δόρυ θεῖον ἐλήλατο, τό ῥ᾽ ἀνὰ μέσσην
στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ.
οἱ δ᾽ ἀνὰ σέλματα βάντες ἐπισχερὼ ἀλλήλοισιν,
ὡς ἐδάσαντο πάροιθεν ἐρεσσέμεν ᾧ ἐνὶ χώρῳ,
530εὐκόσμως σφετέροισι παρ᾽ ἔντεσιν ἑδριόωντο.
μέσσῳ δ᾽ Ἀγκαῖος μέγα τε σθένος Ἡρακλῆος
ἵζανον: ἄγχι δέ οἱ ῥόπαλον θέτο, καί οἱ ἔνερθεν
ποσσὶν ὑπεκλύσθη νηὸς τρόπις.: εἵλκετο δ᾽ ἤδη
πείσματα, καὶ μέθυ λεῖβον ὕπερθ᾽ ἁλός. αὐτὰρ Ἰήσων
535δακρυόεις γαίης ἀπὸ πατρίδος ὄμματ᾽ ἔνεικεν.
οἱ δ᾽, ὥστ᾽ ἠίθεοι Φοίβῳ χορὸν ἢ ἐνὶ Πυθοῖ
ᾔ που ἐν Ὀρτυγίῃ, ἢ ἐφ᾽ ὕδασιν Ἰσμηνοῖο
στησάμενοι, φόρμιγγος ὑπαὶ περὶ βωμὸν ὁμαρτῇ
ἐμμελέως κραιπνοῖσι πέδον ῥήσσωσι πόδεσσιν:
540ὧς οἱ ὑπ᾽ Ὀρφῆος κιθάρῃ πέπληγον ἐρετμοῖς
πόντου λάβρον ὕδωρ, ἐπὶ δὲ ῥόθια κλύζοντο:
ἀφρῷ δ᾽ ἔνθα καὶ ἔνθα κελαινὴ κήκιεν ἅλμη
δεινὸν μορμύρουσα ἐρισθενέων μένει ἀνδρῶν.
στράπτε δ᾽ ὑπ᾽ ἠελίῳ φλογὶ εἴκελα νηὸς ἰούσης
545τεύχεα: μακραὶ δ᾽ αἰὲν ἐλευκαίνοντο κέλευθοι,
ἀτραπὸς ὣς χλοεροῖο διειδομένη πεδίοιο.
πάντες δ᾽ οὐρανόθεν λεῦσσον θεοὶ ἤματι κείνῳ
νῆα καὶ ἡμιθέων ἀνδρῶν μένος, οἳ τότ᾽ ἄριστοι
πόντον ἐπιπλώεσκον: ἐπ᾽ ἀκροτάτῃσι δὲ νύμφαι
550Πηλιάδες κορυφῇσιν ἐθάμβεον εἰσορόωσαι
ἔργον Ἀθηναίης Ἰτωνίδος, ἠδὲ καὶ αὐτοὺς
ἥρωας χείρεσσιν ἐπικραδάοντας ἐρετμά.
αὐτὰρ ὅγ᾽ ἐξ ὑπάτου ὄρεος κίεν ἄγχι θαλάσσης
χείρων Φιλλυρίδης, πολιῇ δ᾽ ἐπὶ κύματος ἀγῇ
555τέγγε πόδας, καὶ πολλὰ βαρείῃ χειρὶ κελεύων,
νόστον ἐπευφήμησεν ἀκηδέα νισσομένοισιν.
σὺν καί οἱ παράκοιτις ἐπωλένιον φορέουσα
Πηλεΐδην Ἀχιλῆα, φίλῳ δειδίσκετο πατρί.
οἱ δ᾽ ὅτε δὴ λιμένος περιηγέα κάλλιπον ἀκτὴν
560φραδμοσύνῃ μήτι τε δαΐφρονος Ἁγνιάδαο
Τίφυος, ὅς ῥ᾽ ἐνὶ χερσὶν ἐύξοα τεχνηέντως
πηδάλι᾽ ἀμφιέπεσκ᾽, ὄφρ᾽ ἔμπεδον ἐξιθύνοι,
δή ῥα τότε μέγαν ἱστὸν ἐνεστήσαντο μεσόδμῃ,
δῆσαν δὲ προτόνοισι, τανυσσάμενοι ἑκάτερθεν,
565κὰδ δ᾽ αὐτοῦ λίνα χεῦαν, ἐπ᾽ ἠλακάτην ἐρύσαντες.
ἐν δὲ λιγὺς πέσεν οὖρος: ἐπ᾽ ἰκριόφιν δὲ κάλωας
ξεστῇσιν περόνῃσι διακριδὸν ἀμφιβαλόντες
Τισαίην εὔκηλοι ὑπὲρ δολιχὴν θέον ἄκρην.
τοῖσι δὲ φορμίζων εὐθήμονι μέλπεν ἀοιδῇ
570Οἰάγροιο πάις νηοσσόον εὐπατέρειαν
Ἄρτεμιν, ἣ κείνας σκοπιὰς ἁλὸς ἀμφιέπεσκεν
ῥυομένη καὶ γαῖαν Ἰωλκίδα: τοὶ δὲ βαθείης
ἰχθύες ἀίσσοντες ὕπερθ᾽ ἁλός, ἄμμιγα παύροις
ἄπλετοι, ὑγρὰ κέλευθα διασκαίροντες ἕποντο.
575ὡς δ᾽ ὁπότ᾽ ἀγραύλοιο κατ᾽ ἴχνια σημαντῆρος
μυρία μῆλ᾽ ἐφέπονται ἄδην κεκορημένα ποίης
εἰς αὖλιν, ὁ δέ τ᾽ εἶσι πάρος σύριγ γι λιγείῃ
καλὰ μελιζόμενος νόμιον μέλος, ὧς ἄρα τοίγε
ὡμάρτευν: τὴν δ᾽ αἰὲν ἐπασσύτερος φέρεν οὖρος.