885 ἦμος δ᾽ ἄκρον ἔβαλλε φαεσφόρος οὐρανὸν Ἠώς,
δὴ τότε λαιψηροῖο κατηλυσίῃ ζεφύροιο
βαῖνον ἐπὶ κληῖδας ἀπὸ χθονός: ἐκ δὲ βυθοῖο
εὐναίας εἷλκον περιγηθέες ἄλλα τε πάντα
ἄρμενα μηρύοντο κατὰ χρέος: ὕψι δὲ λαῖφος
890εἴρυσσαν τανύσαντες ἐν ἱμάντεσσι κεραίης.
νῆα δ᾽ ἐυκραὴς ἄνεμος φέρεν. αἶψα δὲ νῆσον
καλήν, Ἀνθεμόεσσαν ἐσέδρακον, ἔνθα λίγειαι
Σειρῆνες σίνοντ᾽ Ἀχελωίδες ἡδείῃσιν
θέλγουσαι μολπῇσιν, ὅτις παρὰ πεῖσμα βάλοιτο.
895τὰς μὲν ἄρ᾽ εὐειδὴς Ἀχελωίῳ εὐνηθεῖσα
γείνατο Τερψιχόρη, Μουσέων μία: καί ποτε Δηοῦς
θυγατέρ᾽ ἰφθίμην ἀδμῆτ᾽ ἔτι πορσαίνεσκον
ἄμμιγα μελπόμεναι: τότε δ᾽ ἄλλο μὲν οἰωνοῖσιν,
ἄλλο δὲ παρθενικῇς ἐναλίγκιαι ἔσκον ἰδέσθαι.
900αἰεὶ δ᾽ εὐόρμου δεδοκημέναι ἐκ περιωπῆς
ἦ θαμὰ δὴ πολέων μελιηδέα νόστον ἕλοντο,
τηκεδόνι φθινύθουσαι: ἀπηλεγέως δ᾽ ἄρα καὶ τοῖς
ἵεσαν ἐκ στομάτων ὄπα λείριον. οἱ δ᾽ ἀπὸ νηὸς
ἤδη πείσματ᾽ ἔμελλον ἐπ᾽ ἠιόνεσσι βαλέσθαι,
905εἰ μὴ ἄρ᾽ Οἰάγροιο πάις Θρηίκιος Ὀρφεὺς
Βιστονίην ἐνὶ χερσὶν ἑαῖς φόρμιγγα τανύσσας
κραιπνὸν ἐυτροχάλοιο μέλος κανάχησεν ἀοιδῆς,
ὄφρ᾽ ἄμυδις κλονέοντος ἐπιβρομέωνται ἀκουαὶ
κρεγμῷ: παρθενικὴν δ᾽ ἐνοπὴν ἐβιήσατο φόρμιγξ.
910νῆα δ᾽ ὁμοῦ ζέφυρός τε καὶ ἠχῆεν φέρε κῦμα
πρυμνόθεν ὀρνύμενον: ταὶ δ᾽ ἄκριτον ἵεσαν αὐδήν.
ἀλλὰ καὶ ὧς Τελέοντος ἐὺς πάις, οἶος ἑταίρων
προφθάμενος, ξεστοῖο κατὰ ζυγοῦ ἔνθορε πόντῳ
Βούτης, Σειρήνων λιγυρῇ ὀπὶ θυμὸν ἰανθείς:
915νῆχε δὲ πορφυρέοιο δι᾽ οἴδματος, ὄφρ᾽ ἐπιβαίη,
σχέτλιος. ἦ τέ οἱ αἶψα καταυτόθι νόστον ἀπηύρων,
ἀλλά μιν οἰκτείρασα θεὰ Ἔρυκος μεδέουσα
Κύπρις ἔτ᾽ ἐν δίναις ἀνερέψατο, καί ῥ᾽ ἐσάωσεν
πρόφρων ἀντομένη Λιλυβηίδα ναιέμεν ἄκρην.
920οἱ δ᾽ ἄχεϊ σχόμενοι τὰς μὲν λίπον, ἄλλα δ᾽ ὄπαζον
κύντερα μιξοδίῃσιν ἁλὸς ῥαιστήρια νηῶν.
τῇ μὲν γὰρ Σκύλλης λισσὴ προυφαίνετο πέτρη:
τῇ δ᾽ ἄμοτον βοάασκεν ἀναβλύζουσα Χάρυβδις:
ἄλλοθι δὲ Πλαγκταὶ μεγάλῳ ὑπὸ κύματι πέτραι
925ῥόχθεον, ᾗχι πάροιθεν ἀπέπτυεν αἰθομένη φλὸξ
ἄκρων ἐκ σκοπέλων, πυριθαλπέος ὑψόθι πέτρης,
καπνῷ δ᾽ ἀχλυόεις αἰθὴρ πέλεν, οὐδέ κεν αὐγὰς
ἔδρακες ἠελίοιο. τότ᾽ αὖ λήξαντος ἀπ᾽ ἔργων
Ἡφαίστου θερμὴν ἔτι κήκιε πόντος ἀυτμήν.
930ἔνθα σφιν κοῦραι Νηρηίδες ἄλλοθεν ἄλλαι
ἤντεον: ἡ δ᾽ ὄπιθεν πτέρυγος θίγε πηδαλίοιο
δῖα Θέτις, Πλαγκτῇσιν ἐνὶ σπιλάδεσσιν ἐρύσσαι.
ὡς δ᾽ ὁπόταν δελφῖνες ὑπὲξ ἁλὸς εὐδιόωντες
σπερχομένην ἀγεληδὸν ἑλίσσωνται περὶ νῆα,
935ἄλλοτε μἑν προπάροιθεν ὁρώμενοι, ἄλλοτ᾽ ὄπισθεν,
ἄλλοτε παρβολάδην, ναύτῃσι δὲ χάρμα τέτυκται:
ὧς αἱ ὑπεκπροθέουσαι ἐπήτριμοι εἱλίσσοντο
Ἀργῴῃ περὶ νηί, Θέτις δ᾽ ἴθυνε κέλευθον.
καί ῥ᾽ ὅτε δὴ Πλαγκτῇσιν ἐνιχρίμψεσθαι ἔμελλον,
940αὐτίκ᾽ ἀνασχόμεναι λευκοῖς ἐπὶ γούνασι πέζας,
ὑψοῦ ἐπ᾽ αὐτάων σπιλάδων καὶ κύματος ἀγῆς
ῥώοντ᾽ ἔνθα καὶ ἔνθα διασταδὸν ἀλλήλῃσιν.
τὴν δὲ παρηορίην κόπτεν ῥόος: ἀμφὶ δὲ κῦμα
λάβρον ἀειρόμενον πέτραις ἐπικαχλάζεσκεν,
945αἵ θ᾽ ὁτὲ μὲν κρημνοῖς ἐναλίγκιαι ἠέρι κῦρον,
ἄλλοτε δὲ βρύχιαι νεάτῳ ὑπὸ πυθμένι πόντου
ἠρήρειν, τὸ δὲ πολλὸν ὑπείρεχεν ἄγριον οἶδμα.
αἱ δ᾽, ὥστ᾽ ἠμαθόεντος ἐπισχεδὸν αἰγιαλοῖο
παρθενικαί, δίχα κόλπον ἐπ᾽ ἰξύας εἱλίξασαι
950σφαίρῃ ἀθύρουσιν περιηγέι: αἱ μὲν ἔπειτα
ἄλλη ὑπ᾽ ἐξ ἄλλης δέχεται καὶ ἐς ἠέρα πέμπει
ὕψι μεταχρονίην: ἡ δ᾽ οὔποτε πίλναται οὔδει:
ὧς αἱ νῆα θέουσαν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη
πέμπε διηερίην ἐπὶ κύμασιν, αἰὲν ἄπωθεν
955πετράων: περὶ δέ σφιν ἐρευγόμενον ζέεν ὕδωρ.
τὰς δὲ καὶ αὐτὸς ἄναξ κορυφῆς ἔπι λισσάδος ἄκρης
ὀρθὸς ἐπὶ στελεῇ τυπίδος βαρὺν ὦμον ἐρείσας
Ἥφαιστος θηεῖτο, καὶ αἰγλήεντος ὕπερθεν
οὐρανοῦ ἑστηυῖα Διὸς δάμαρ: ἀμφὶ δ᾽ Ἀθήνῃ
960βάλλε χέρας, τοῖόν μιν ἔχεν δέος εἰσορόωσαν.
ὅσση δ᾽ εἰαρινοῦ μηκύνεται ἤματος αἶσα,
τοσσάτιον μογέεσκον ἐπὶ χρόνον, ὀχλίζουσαι
νῆα διὲκ πέτρας πολυηχέας: οἱ δ᾽ ἀνέμοιο
αὖτις ἐπαυρόμενοι προτέρω θέον: ὦκα δ᾽ ἄμειβον
965Θρινακίης λειμῶνα, βοῶν τροφὸν Ἠελίοιο.
ἔνθ᾽ αἱ μὲν κατὰ βένθος ἀλίγκιαι αἰθυίῃσιν
δῦνον, ἐπεί ῥ᾽ ἀλόχοιο Διὸς πόρσυνον ἐφετμάς.
τοὺς δ᾽ ἄμυδις βληχή τε δι᾽ ἠέρος ἵκετο μήλων,
μυκηθμός τε βοῶν αὐτοσχεδὸν οὔατ᾽ ἔβαλλεν.
970καὶ τὰ μὲν ἑρσήεντα κατὰ δρία ποιμαίνεσκεν
ὁπλοτέρη Φαέθουσα θυγατρῶν Ἠελίοιο,
ἀργύρεον χαῖον παλάμῃ ἔνι πηχύνουσα:
Λαμπετίη δ᾽ ἐπὶ βουσὶν ὀρειχάλκοιο φαεινοῦ
πάλλεν ὀπηδεύουσα καλαύροπα. τὰς δὲ καὶ αὐτοὶ
975βοσκομένας ποταμοῖο παρ᾽ ὕδασιν εἰσορόωντο
ἂμ πεδίον καὶ ἕλος λειμώνιον: οὐδέ τις ἦεν
κυανέη μετὰ τῇσι δέμας, πᾶσαι δὲ γάλακτι
εἰδόμεναι, χρυσέοισι κεράασι κυδιάασκον.
καὶ μὲν τὰς παράμειβον ἐπ᾽ ἤματι: νυκτὶ δ᾽ ἰούσῃ
980πεῖρον ἁλὸς μέγα λαῖτμα κεχαρμένοι, ὄφρα καὶ αὖτις
Ἠὼς ἠριγενὴς φέγγος βάλε νισσομένοισιν.