ἐκ δὲ τόθεν Ῥοδανοῖο βαθὺν ῥόον εἰσαπέβησαν,
ὅς τ᾽ εἰς Ἠριδανὸν μετανίσσεται: ἄμμιγα δ᾽ ὕδωρ
ἐν ξυνοχῇ βέβρυκε κυκώμενον. αὐτὰρ ὁ γαίης
630ἐκ μυχάτης, ἵνα τ᾽ εἰσὶ πύλαι καὶ ἐδέθλια Νυκτός,
ἔνθεν ἀπορνύμενος τῇ μέν τ᾽ ἐπερεύγεται ἀκτὰς
Ὠκεανοῦ, τῇ δ᾽ αὖτε μετ᾽ Ἰονίην ἅλα βάλλει,
τῇ δ᾽ ἐπὶ Σαρδόνιον πέλαγος καὶ ἀπείρονα κόλπον
ἑπτὰ διὰ στομάτων ἵει ῥόον. ἐκ δ᾽ ἄρα τοῖο
635λίμνας εἰσέλασαν δυσχείμονας, αἵ τ᾽ ἀνὰ Κελτῶν
ἤπειρον πέπτανται ἀθέσφατον: ἔνθα κεν οἵγε
ἄτῃ ἀεικελίῃ πέλασαν. φέρε γάρ τις ἀπορρὼξ
κόλπον ἐς Ὠκεανοῖο, τὸν οὐ προδαέντες ἔμελλον
εἰσβαλέειν, τόθεν οὔ κεν ὑπότροποι ἐξεσάωθεν.
640ἀλλ᾽ Ἥρη σκοπέλοιο καθ᾽ Ἑρκυνίου ἰάχησεν
οὐρανόθεν προθοροῦσα: φόβῳ δ᾽ ἐτίναχθεν ἀυτῆς
πάντες ὁμῶς: δεινὸν γὰρ ἐπὶ μέγας ἔβραχεν αἰθήρ.
ἂψ δὲ παλιντροπόωντο θεᾶς ὕπο, καί ῥ᾽ ἐνόησαν
τὴν οἶμον, τῇπέρ τε καὶ ἔπλετο νόστος ἰοῦσιν.
645δηναιοὶ δ᾽ ἀκτὰς ἁλιμυρέας εἰσαφίκοντο
Ἥρης ἐννεσίῃσι, δι᾽ ἔθνεα μυρία Κελτῶν
καὶ Λιγύων περόωντες ἀδήιοι. ἀμφὶ γὰρ αἰνὴν
ἠέρα χεῦε θεὰ πάντ᾽ ἤματα νισσομένοισιν.
μεσσότατον δ᾽ ἄρα τοίγε διὰ στόμα νηὶ βαλόντες
650Στοιχάδας εἰσαπέβαν νήσους σόοι εἵνεκα κούρων
Ζηνός: ὃ δὴ βωμοί τε καὶ ἱερὰ τοῖσι τέτυκται
ἔμπεδον: οὐδ᾽ οἶον κείνης ἐπίκουροι ἕποντο
ναυτιλίης: Ζεὺς δέ σφι καὶ ὀψιγόνων πόρε νῆας.
Στοιχάδας αὖτε λιπόντες ἐς Αἰθαλίην ἐπέρησαν
655νῆσον, ἵνα ψηφῖσιν ἀπωμόρξαντο καμόντες
ἱδρῶ ἅλις: χροιῇ δὲ κατ᾽ αἰγιαλοῖο κέχυνται
εἴκελαι: ἐν δὲ σόλοι καὶ τεύχεα θέσκελα κείνων:
ἐν δὲ λιμὴν Ἀργῷος ἐπωνυμίην πεφάτισται.
καρπαλίμως δ᾽ ἐνθένδε διὲξ ἁλὸς οἶδμα νέοντο
660Αὐσονίης ἀκτὰς Τυρσηνίδας εἰσορόωντες:
ἷξον δ᾽ Αἰαίης λιμένα κλυτόν: ἐκ δ᾽ ἄρα νηὸς
πείσματ᾽ ἐπ᾽ ἠιόνων σχεδόθεν βάλον. ἔνθα δὲ Κίρκην
εὗρον ἁλὸς νοτίδεσσι κάρη ἐπιφαιδρύνουσαν:
τοῖον γὰρ νυχίοισιν ὀνείρασιν ἐπτοίητο.
665αἵματί οἱ θάλαμοί τε καὶ ἕρκεα πάντα δόμοιο
μύρεσθαι δόκεον: φλὸξ δ᾽ ἀθρόα φάρμακ᾽ ἔδαπτεν,
οἷσι πάρος ξείνους θέλγ᾽ ἀνέρας, ὅστις ἵκοιτο:
τὴν δ᾽ αὐτὴ φονίῳ σβέσεν αἵματι πορφύρουσαν,
χερσὶν ἀφυσσαμένη: λῆξεν δ᾽ ὀλοοῖο φόβοιο.
670τῶ καὶ ἐπιπλομένης ἠοῦς νοτίδεσσι θαλάσσης
ἐγρομένη πλοκάμους τε καὶ εἵματα φαιδρύνεσκεν.
θῆρες δ᾽ οὐ θήρεσσιν ἐοικότες ὠμηστῇσιν,
οὐδὲ μὲν οὐδ᾽ ἄνδρεσσιν ὁμὸν δέμας, ἄλλο δ᾽ ἀπ᾽ ἄλλων
συμμιγέες μελέων, κίον ἀθρόοι, ἠύτε μῆλα
675ἐκ σταθμῶν ἅλις εἶσιν ὀπηδεύοντα νομῆι.
τοίους καὶ προτέρης ἐξ ἰλύος ἐβλάστησε
χθὼν αὐτὴ μικτοῖσιν ἀρηρεμένους μελέεσσιν,
οὔπω διψαλέῳ μάλ᾽ ὑπ᾽ ἠέρι πιληθεῖσα,
οὐδέ πω ἀζαλέοιο βολαῖς τόσον ἠελίοιο
680ἰκμάδας αἰνυμένη: τὰ δ᾽ ἐπὶ στίχας ἤγαγεν αἰὼν
συγκρίνας: τὼς οἵγε φυὴν ἀίδηλοι ἕποντο.
ἥρωας δ᾽ ἕλε θάμβος ἀπείριτον: αἶψα δ᾽ ἕκαστος
Κίρκης εἴς τε φυήν, εἴς τ᾽ ὄμματα παπταίνοντες
ῥεῖα κασιγνήτην φάσαν ἔμμεναι Αἰήταο.