previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


410    Ἴσκεν ὑποσσαίνων: δ᾽ οὐλοὸν ἔκφατο μῦθον:
φράζεο νῦν. χρειὼ γὰρ ἀεικελίοισιν ἐπ᾽ ἔργοις
καὶ τόδε μητίσασθαι, ἐπεὶ τὸ πρῶτον ἀάσθην
ἀμπλακίῃ, θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς.
τύνη μὲν κατὰ μῶλον ἀλέξεο δούρατα Κόλχων:
415αὐτὰρ ἐγὼ κεῖνόν γε τεὰς ἐς χεῖρας ἱκέσθαι
μειλίξω: σὺ δέ μιν φαιδροῖς ἀγαπάζεο δώροις.
εἴ κέν πως κήρυκας ἀπερχομένους πεπίθοιμι
οἰόθεν οἶον ἐμοῖσι συναρθμῆσαι ἐπέεσσιν,
ἔνθ᾽ εἴ τοι τόδε ἔργον ἐφανδάνει, οὔτι μεγαίρω,
420κτεῖνέ τε, καὶ Κόλχοισιν ἀείρεο δηιοτῆτα.’
ὧς τώγε ξυμβάντε μέγαν δόλον ἠρτύνοντο
Ἀψύρτῳ, καὶ πολλὰ πόρον ξεινήια δῶρα,
οἷς μέτα καὶ πέπλον δόσαν ἱερὸν Ὑψιπυλείης
πορφύρεον. τὸν μέν ῥα Διωνύσῳ κάμον αὐταὶ
425δίῃ ἐν ἀμφιάλῳ Χάριτες θεαί: αὐτὰρ παιδὶ
δῶκε Θόαντι μεταῦτις: δ᾽ αὖ λίπεν Ὑψιπυλείῃ:
δ᾽ ἔπορ᾽ Αἰσονίδῃ πολέσιν μετὰ καὶ τὸ φέρεσθαι
γλήνεσιν εὐεργὲς ξεινήιον. οὔ μιν ἀφάσσων,
οὔτε κεν εἰσορόων γλυκὺν ἵμερον ἐμπλήσειας.
430τοῦ δὲ καὶ ἀμβροσίη ὀδμὴ πέλεν ἐξέτι κείνου,
ἐξ οὗ ἄναξ αὐτὸς Νυσήιος ἐγκατελεκτο
ἀκροχάλιξ οἴνῳ καὶ νέκταρι, καλὰ μεμαρπὼς
στήθεα παρθενικῆς Μινωίδος, ἥν ποτε Θησεὺς
Κνωσσόθεν ἑσπομένην Δίῃ ἔνι κάλλιπε νήσῳ.
435 δ᾽ ὅτε κηρύκεσσιν ἐπεξυνώσατο μύθους,
θελγέμεν, εὖτ᾽ ἂν πρῶτα θεᾶς περὶ νηὸν ἵκηται
συνθεσίῃ, νυκτός τε μέλαν κνέφας ἀμφιβάλῃσιν,
ἐλθέμεν, ὄφρα δόλον συμφράσσεται, ὥς κεν ἑλοῦσα
χρύσειον μέγα κῶας ὑπότροπος αὖτις ὀπίσσω
440βαίη ἐς Αἰήταο δόμους: πέρι γάρ μιν ἀνάγκῃ
υἱῆες Φρίξοιο δόσαν ξείνοισιν ἄγεσθαι:
τοῖα παραιφαμένη θελκτήρια φάρμακ᾽ ἔπασσεν
αἰθέρι καὶ πνοιῇσι, τά κεν καὶ ἄπωθεν ἐόντα
ἄγριον ἠλιβάτοιο κατ᾽ οὔρεος ἤγαγε θῆρα.
σχέτλι᾽ Ἔρως, μέγα πῆμα, μέγα στύγος ἀνθρώποισιν,
ἐκ σέθεν οὐλόμεναί τ᾽ ἔριδες στοναχαί τε γόοι τε,
ἄλγεά τ᾽ ἄλλ᾽ ἐπὶ τοῖσιν ἀπείρονα τετρήχασιν.
δυσμενέων ἐπὶ παισὶ κορύσσεο, δαῖμον, ἀερθείς,
οἷος Μηδείῃ στυγερὴν φρεσὶν ἔμβαλες ἄτην.
450πῶς γὰρ δὴ μετιόντα κακῷ ἐδάμασσεν ὀλέθρῳ
Ἄψυρτον; τὸ γὰρ ἧμιν ἐπισχερὼ ἦεν ἀοιδῆς.
ἦμος ὅτ᾽ Ἀρτέμιδος νήσῳ ἔνι τήνγ᾽ ἐλίποντο
συνθεσίῃ. τοὶ μέν ῥα διάνδιχα νηυσὶν ἔκελσαν
σφωιτέραις κρινθέντες: δ᾽ ἐς λόχον ᾖεν Ἰήσων
455δέγμενος Ἄψυρτόν τε καὶ οὓς ἐξαῦτις ἑταίρους.
αὐτὰρ ὅγ᾽ αἰνοτάτῃσιν ὑποσχεσίῃσι δολωθεὶς
καρπαλίμως νηὶ διὲξ ἁλὸς οἶδμα περήσας,
νύχθ᾽ ὕπο λυγαίην ἱερῆς ἐπεβήσατο νήσου:
οἰόθι δ᾽ ἀντικρὺ μετιὼν πειρήσατο μύθοις
460εἷο κασιγνήτης, ἀταλὸς πάις οἷα χαράδρης
χειμερίης, ἣν οὐδὲ δι᾽ αἰζηοὶ περόωσιν.
εἴ κε δόλον ξείνοισιν ἐπ᾽ ἀνδράσι τεχνήσαιτο.
καὶ τὼ μὲν τὰ ἕκαστα συνῄνεον ἀλλήλοισιν:
αὐτίκα δ᾽ Αἰσονίδης πυκινοῦ ἐξᾶλτο λόχοιο,
465γυμνὸν ἀνασχόμενος παλάμῃ ξίφος: αἶψα δὲ κούρη
ἔμπαλιν ὄμματ᾽ ἔνεικε, καλυψαμένη ὀθόνῃσιν,
μὴ φόνον ἀθρήσειε κασιγνήτοιο τυπέντος.
τὸν δ᾽ ὅγε, βουτύπος ὥστε μέγαν κερεαλκέα ταῦρον,
πλῆξεν ὀπιπεύσας νηοῦ σχεδόν, ὅν ποτ᾽ ἔδειμαν
470Ἀρτέμιδι Βρυγοὶ περιναιέται ἀντιπέρηθεν.
τοῦ ὅγ᾽ ἐνὶ προδόμῳ γνὺξ ἤριπε: λοίσθια δ᾽ ἥρως
θυμὸν ἀναπνείων χερσὶν μέλαν ἀμφοτέρῃσιν
αἷμα κατ᾽ ὠτειλὴν ὑποΐσχετο: τῆς δὲ καλύπτρην
ἀργυφέην καὶ πέπλον ἀλευομένης ἐρύθηνεν.
475ὀξὺ δὲ πανδαμάτωρ λοξῷ ἴδεν οἷον ἔρεξαν
ὄμματι νηλειὴς ὀλοφώιον ἔργον Ἐρινύς.
ἥρως δ᾽ Αἰσονίδης ἐξάργματα τάμνε θανόντος,
τρὶς δ᾽ ἀπέλειξε φόνου, τρὶς δ᾽ ἐξ ἄγος ἔπτυσ᾽ ὀδόντων,
θέμις αὐθέντῃσι δολοκτασίας ἱλάεσθαι.
480ὑγρὸν δ᾽ ἐν γαίῃ κρύψεν νέκυν, ἔνθ᾽ ἔτι νῦν περ
κείαται ὀστέα κεῖνα μετ᾽ ἀνδράσιν Ἀψυρτεῦσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: