previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὧς ἔφατ᾽ Αἰήτης: αὐτῷ δ᾽ ἐνὶ ἤματι Κόλχοι
νῆάς τ᾽ εἰρύσσαντο, καὶ ἄρμενα νηυσὶ βάλοντο,
αὐτῷ δ᾽ ἤματι πόντον ἀνήιον: οὐδέ κε φαίης
τόσσον νηίτην στόλον ἔμμεναι, ἀλλ᾽ οἰωνῶν
240ἰλαδὸν ἄσπετον ἔθνος ἐπιβρομέειν πελάγεσσιν.
οἱ δ᾽ ἀνέμου λαιψηρὰ θεᾶς βουλῇσιν ἀέντος
Ἥρης, ὄφρ᾽ ὤκιστα κακὸν Πελίαο δόμοισιν
Αἰαίη Μήδεια Πελασγίδα γαῖαν ἵκηται,
ἠοῖ ἐνὶ τριτάτῃ πρυμνήσια νηὸς ἔδησαν
245Παφλαγόνων ἀκτῇσι, πάροιθ᾽ Ἅλυος ποταμοῖο.
γάρ σφ᾽ ἐξαποβάντας ἀρέσσασθαι θυέεσσιν
ἠνώγει Ἑκάτην. καὶ δὴ τὰ μέν, ὅσσα θυηλὴν
κούρη πορσανέουσα τιτύσκετο, μήτε τις ἴστωρ
εἴη, μήτ᾽ ἐμὲ θυμὸς ἐποτρύνειεν ἀείδειν.
250ἅζομαι αὐδῆσαι: τό γε μὴν ἕδος ἐξέτι κείνου,
ῥα θεᾷ ἥρωες ἐπὶ ῥηγμῖσιν ἔδειμαν,
ἀνδράσιν ὀψιγόνοισι μένει καὶ τῆμος ἰδέσθαι.
αὐτίκα δ᾽ Αἰσονίδης ἐμνήσατο, σὺν δὲ καὶ ὧλλοι
ἥρωες, Φινῆος, δὴ πλόον ἄλλον ἔειπεν
255ἐξ Αἴης ἔσσεσθαι: ἀνώιστος δ᾽ ἐτέτυκτο
πᾶσιν ὁμῶς. Ἄργος δὲ λιλαιομένοις ἀγόρευσεν:
Νισσόμεθ᾽ Ὀρχομενὸν τὴν ἔχραεν ὔμμι περῆσαι
νημερτὴς ὅδε μάντις, ὅτῳ ξυνέβητε πάροιθεν.
ἔστιν γὰρ πλόος ἄλλος, ὃν ἀθανάτων ἱερῆες
260πέφραδον, οἳ Θήβης Τριτωνίδος ἐκγεγάασιν.
οὔπω τείρεα πάντα, τά τ᾽ οὐρανῷ εἱλίσσονται,
οὐδέ τί πω Δαναῶν ἱερὸν γένος ἦεν ἀκοῦσαι
πευθομένοις: οἶοι δ᾽ ἔσαν Ἀρκάδες Ἀπιδανῆες,
Ἀρκάδες, οἳ καὶ πρόσθε σεληναίης ὑδέονται
265ζώειν, φηγὸν ἔδοντες ἐν οὔρεσιν. οὐδὲ Πελασγὶς
χθὼν τότε κυδαλίμοισιν ἀνάσσετο Δευκαλίδῃσιν,
ἦμος ὅτ᾽ Ἠερίη πολυλήιος ἐκλήιστο,
μήτηρ Αἴγυπτος προτερηγενέων αἰζηῶν,
καὶ ποταμὸς Τρίτων ἠύρροος, ὕπο πᾶσα
270ἄρδεται Ἠερίη: Διόθεν δέ μιν οὔποτε δεύει
ὄμβρος: ἅλις προχοῇσι δ᾽ ἀνασταχύουσιν ἄρουραι.
ἔνθεν δή τινά φασι πέριξ διὰ πᾶσαν ὁδεῦσαι
Εὐρώπην Ἀσίην τε βίῃ καὶ κάρτεϊ λαῶν
σφωιτέρων θάρσει τε πεποιθότα: μυρία δ᾽ ἄστη
275νάσσατ᾽ ἐποιχόμενος, τὰ μὲν ποθι ναιετάουσιν,
ἠὲ καὶ οὔ: πουλὺς γὰρ ἄδην ἐπενήνοθεν αἰών.
αἶά γε μὴν ἔτι νῦν μένει ἔμπεδον υἱωνοί τε
τῶνδ᾽ ἀνδρῶν, οὓς ὅσγε καθίσσατο ναιέμεν Αἶαν,
οἳ δή τοι γραπτῦς πατέρων ἕθεν εἰρύονται,
280κύρβιας, οἷς ἔνι πᾶσαι ὁδοὶ καὶ πείρατ᾽ ἔασιν
ὑγρῆς τε τραφερῆς τε πέριξ ἐπινισσομένοισιν.
ἔστι δέ τις ποταμός, ὕπατον κέρας Ὠκεανοῖο,
εὐρύς τε προβαθής τε καὶ ὁλκάδι νηὶ περῆσαι:
Ἴστρον μιν καλέοντες ἑκὰς διετεκμήραντο:
285ὅς δή τοι τείως μὲν ἀπείρονα τέμνετ᾽ ἄρουραν
εἷς οἶος: πηγαὶ γὰρ ὑπὲρ πνοιῆς βορέαο
Ῥιπαίοις ἐν ὄρεσσιν ἀπόπροθι μορμύρουσιν.
ἀλλ᾽ ὁπόταν Θρῃκῶν Σκυθέων τ᾽ ἐπιβήσεται οὔρους,
ἔνθα διχῆ τὸ μὲν ἔνθα μετ᾽ ἠῴην ἅλα βάλλει
290τῇδ᾽ ὕδωρ, τὸ δ᾽ ὄπισθε βαθὺν διὰ κόλπον ἵησιν
σχιζόμενος πόντου Τρινακρίου εἰσανέχοντα,
γαίῃ ὃς ὑμετέρῃ παρακέκλιται, εἰ ἐτεὸν δὴ
ὑμετέρης γαίης Ἀχελώιος ἐξανίησιν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: