ἀλλ᾽ ὅτε δὴ κἀκεῖθεν ὑπεύδια πείσματ᾽ ἔλυσαν,
μνήσατ᾽ ἔπειτ᾽ Εὔφημος ὀνείρατος ἐννυχίοιο,
ἁζόμενος Μαίης υἷα κλυτόν. εἴσατο γάρ οἱ
δαιμονίη βῶλαξ ἐπιμάστιος ᾧ ἐν ἀγοστῷ
1735ἄρδεσθαι λευκῇσιν ὑπαὶ λιβάδεσσι γάλακτος,
ἐκ δὲ γυνὴ βώλοιο πέλειν ὀλίγης περ ἐούσης
παρθενικῇ ἰκέλη: μίχθη δέ οἱ ἐν φιλότητι
ἄσχετον ἱμερθείς: ὀλοφύρετο δ᾽ ἠύτε κούρην
ζευξάμενος, τήν τ᾽ αὐτὸς ἑῷ ἀτίταλλε γάλακτι:
1740ἡ δέ ἑ μειλιχίοισι παρηγορέεσκ᾽ ἐπέεσσιν:
‘Τρίτωνος γένος εἰμί, τεῶν τροφός, ὦ φίλε, παίδων,
οὐ κούρη: τρίτων γὰρ ἐμοὶ Λιβύη τε τοκῆες.
ἀλλά με Νηρῆος παρακάτθεο παρθενικῇσιν
ἂμ πέλαγος ναίειν Ἀνάφης σχεδόν: εἶμι δ᾽ ἐς αὐγὰς
1745ἠελίου μετόπισθε, τεοῖς νεπόδεσσιν ἑτοίμη.’
τῷ δ᾽ ἄρ᾽ ἐπὶ μνῆστιν κραδίη βάλεν, ἔκ τ᾽ ὀνόμηνεν
Αἰσονίδῃ: ὁ δ᾽ ἔπειτα θεοπροπίας Ἑκάτοιο
θυμῷ πεμπάζων ἀνενείκατο φώνησέν τε:
‘ὦ πέπον, ἦ μέγα δή δε καὶ ἀγλαὸν ἔμμορε κῦδος.
1750βώλακα γὰρ τεύξουσι θεοὶ πόντονδε βαλόντι
νῆσον, ἵν᾽ ὁπλότεροι παίδων δέθεν ἐννάσσονται
παῖδες: ἐπεὶ Τρίτων ξεινήιον ἐγγυάλιξεν
τήνδε τοι ἠπείροιο Λιβυστίδος. οὔ νύ τις ἄλλος
ἀθανάτων, ἢ κεῖνος, ὅ μιν πόρεν ἀντιβολήσας.’
1755 ὧς ἔφατ᾽: οὐδ᾽ ἁλίωσεν ὑπόκρισιν Αἰσονίδαο
Εὔφημος: βῶλον δέ, θεοπροπίῃσιν ἰανθείς,
ἧκεν ὑποβρυχίην. τῆς δ᾽ ἔκτοθι νῆσος ἀέρθη
καλλίστη, παίδων ἱερὴ τροφὸς Εὐφήμοιο,
οἳ πρὶν μέν ποτε δὴ Σιντηίδα Λῆμνον ἔναιον,
1760Λήμνου τ᾽ ἐξελαθέντες ὑπ᾽ ἀνδράσι Τυρσηνοῖσιν
Σπάρτην εἰσαφίκανον ἐφέστιοι: ἐκ δὲ λιπόντας
Σπάρτην Αὐτεσίωνος ἐὺς πάις ἤγαγε Θήρας
καλλίστην ἐπὶ νῆσον, ἀμείψατο δ᾽ οὔνομα Θήρης
ἐξ ἕθεν. ἀλλὰ τὰ μὲν μετόπιν γένετ᾽ Εὐφήμοιο.
1765 κεῖθεν δ᾽ ἀπτερέως διὰ μυρίον οἶδμα λιπόντες
Αἰγίνης ἀκτῇσιν ἐπέσχεθον: αἶψα δὲ τοίγε
ὑδρείης πέρι δῆριν ἀμεμφέα δηρίσαντο,
ὅς κεν ἀφυσσάμενος φθαίη μετὰ νῆάδ᾽ ἱκέσθαι.
ἄμφθ γὰρ χρειώ τε καὶ ἄσπετος οὖρος ἔπειγεν.
1770ἔνθ᾽ ἔτι νῦν πλήθοντας ἐπωμαδὸν ἀμφιφορῆας
ἀνθέμενοι κούφοισιν ἄφαρ κατ᾽ ἀγῶνα πόδεσσιν
κοῦροι Μυρμιδόνων νίκης πέρι δηριόωνται.
Ἵλατ᾽ ἀριστήων μακάρων γένος: αἵδε δ᾽ ἀοιδαὶ
εἰς ἔτος ἐξ ἔτεος γλυκερώτεραι εἶεν ἀείδειν
1775ἀνθρώποις. ἤδη γὰρ ἐπὶ κλυτὰ πείραθ᾽ ἱκάνω
ὑμετέρων καμάτων: ἐπεὶ οὔ νύ τις ὔμμιν ἄεθλος
αὖτις ἀπ᾽ Αἰγίνηθεν ἀνερχομένοισιν ἐτύχθη,
οὔτ᾽ ἀνέμων ἐριῶλαι ἐνέσταθεν: ἀλλὰ ἕκηλοι
γαῖαν Κεκροπίην παρά τ᾽ Αὐλίδα μετρήσαντες
1780Εὐβοίης ἔντοσθεν Ὀπούντιά τ᾽ ἄστεα Λοκρῶν
ἀσπασίως ἀκτὰς Παγασηίδας εἰσαπέβητε.