previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


1485    Κάνθε, σὲ δ᾽ οὐλόμεναι Λιβύῃ ἔνι Κῆρες ἕλοντο.
πώεσι φερβομένοισι συνήντεες: εἵπετο δ᾽ ἀνὴρ
αὐλίτης, σ᾽ ἑῶν μήλων πέρι, τόφρ᾽ ἑτάροισιν
δευομένοις κομίσειας, ἀλεξόμενος κατέπεφνεν
λᾶι βαλών: ἐπεὶ οὐ μὲν ἀφαυρότερός γ᾽ ἐτέτυκτο,
1490νἱωνὸς Φοίβοιο Λυκωρείοιο Κάφαυρος
κούρης τ᾽ αἰδοίης Ἀκακαλλίδος, ἥν ποτε Μίνως
ἐς Αιβύην ἀπένασσε θεοῦ βαρὺ κῦμα φέρουσαν,
θυγατέρα σφετέρην: δ᾽ ἀγλαὸν υἱέα Φοίβῳ
τίκτεν, ὃν Ἀμφίθεμιν Γαράμαντά τε κικλήσκουσιν.
1495Ἀμφίθεμις δ᾽ ἄρ᾽ ἔπειτα μίγη Τριτωνίδι νύμφῃ:
δ᾽ ἄρα οἱ Νασάμωνα τέκεν κρατερόν τε Κάφαυρον,
ὃς τότε Κάνθον ἔπεφνεν ἐπὶ ῥήνεσσιν ἑοῖσιν.
οὐδ᾽ ὅγ᾽ ἀριστήων χαλεπὰς ἠλεύατο χεῖρας,
ὡς μάθον οἷον ἔρεξε. νέκυν δ᾽ ἀνάειραν ὀπίσσω
1500πευθόμενοι Μινύαι, γαίῃ δ᾽ ἐνὶ ταρχύσαντο
μυρόμενοι: τὰ δὲ μῆλα μετὰ σφέας οἵγ᾽ ἐκόμισσαν.
ἔνθα καὶ Ἀμπυκίδην αὐτῷ ἐνὶ ἤματι Μόψον
νηλειὴς ἕλε πότμος: ἀδευκέα δ᾽ οὐ φύγεν αἶσαν
μαντοσύναις: οὐ γάρ τις ἀποτροπίη θανάτοιο.
1505κεῖτο δ᾽ ἐπὶ ψαμάθοισι μεσημβρινὸν ἦμαρ ἀλύσκων
δεινὸς ὄφις, νωθὴς μὲν ἑκὼν ἀέκοντα χαλέψαι:
οὐδ᾽ ἂν ὑποτρέσσαντος ἐνωπαδὶς ἀίξειεν.
ἀλλὰ μὲν τὰ πρῶτα μελάγχιμον ἰὸν ἐνείη
ζωόντων, ὅσα γαῖα φερέσβιος ἔμπνοα βόσκει,
1510οὐδ᾽ ὁπόσον πήχυιον ἐς Ἄιδα γίγνεται οἶμος,
οὐδ᾽ εἰ Παιήων, εἴ μοι θέμις ἀμφαδὸν εἰπεῖν,
φαρμάσσοι, ὅτε μοῦνον ἐνιχρίμψῃσιν ὀδοῦσιν.
εὖτε γὰρ ἰσόθεος Λιβύην ὑπερέπτατο Περσεὺς
Εὐρυμέδων--καὶ γὰρ τὸ κάλεσκέ μιν οὔνομα μήτηρ--
1515Γοργόνος ἀρτίτομον κεφαλὴν βασιλῆι κομίζων,
ὅσσαι κυανέου στάγες αἵματος οὖδας ἵκοντο,
αἱ πᾶσαι κείνων ὀφίων γένος ἐβλάστησαν.
τῷ δ᾽ ἄκρην ἐπ᾽ ἄκανθαν ἐνεστηρίξατο Μόψος
λαιὸν ἐπιπροφέρων ταρσὸν ποδός: αὐτὰρ μέσσην
1520κερκίδα καὶ μυῶνα, πέριξ ὀδύνῃσιν ἑλιχθείς,
σάρκα δακὼν ἐχάραξεν. ἀτὰρ Μήδεια καὶ ἄλλαι
ἔτρεσαν ἀμφίπολοι: δὲ φοίνιον ἕλκος ἄφασσεν
θαρσαλέως, ἕνεκ᾽ οὔ μιν ὑπέρβιον ἄλγος ἔτειρεν.
σχέτλιος: τέ οἱ ἤδη ὑπὸ χροῒ δύετο κῶμα
1525λυσιμελές, πολλὴ δὲ κατ᾽ ὀφθαλμῶν χέετ᾽ ἀχλύς.
αὐτίκα δὲ κλίνας δαπέδῳ βεβαρηότα γυῖα
ψύχετ᾽ ἀμηχανίῃ: ἕταροι δέ μιν ἀμφαγέροντο
ἥρως τ᾽ Αἰσονίδης, ἀδινῇ περιθαμβέες ἄτῃ.
οὐδὲ μὲν οὐδ᾽ ἐπὶ τυτθὸν ἀποφθίμενός περ ἔμελλεν
1530κεῖσθαι ὑπ᾽ ἠελίῳ. πύθεσκε γὰρ ἔνδοθι σάρκας
ἰὸς ἄφαρ, μυδόωσα δ᾽ ἀπὸ χροὸς ἔρρεε λάχνη.
αἶψα δὲ χαλκείῃσι βαθὺν τάφον ἐξελάχαινον
ἐσσυμένως μακέλῃσιν: ἐμοιρήσαντο δὲ χαίτας
αὐτοὶ ὁμῶς κοῦραί τε, νέκυν ἐλεεινὰ παθόντα
1535μυρόμενοι: τρὶς δ᾽ ἀμφὶ σὺν ἔντεσι δινηθέντες
εὖ κτερέων ἴσχοντα, χυτὴν ἐπὶ γαῖαν ἔθεντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: