ἤδη μέν ποθι κόλπον ἐπώνυμον Λ̓μβρακιήων,
ἤδη Κουρῆτιν ἔλιπον χθόνα πεπταμένοισιν
1230λαίφεσι καὶ στεινὰς αὐταῖς σὺν Ἐχινάσι νήσους
ἑξείης, Πέλοπος δὲ νέον κατεφαίνετο γαῖα:
καὶ τότ᾽ ἀναρπάγδην ὀλοὴ βορέαο θύελλα
μεσσηγὺς πέλαγόσδε Λιβυστικὸν ἐννέα πάσας
νύκτας ὁμῶς καὶ τόσσα φέρ᾽ ἤματα, μέχρις ἵκοντο
1235προπρὸ μάλ᾽ ἔνδοθι Σύρτιν, ὅθ᾽ οὐκέτι νόστος ὀπίσσω
νηυσὶ πέλει, ὅτε τόνγε βιῴατο κόλπον ἱκέσθαι.
πάντῃ γὰρ τέναγος, πάντῃ μνιόεντα βυθοῖο
τάρφεα: κωφὴ δέ σφιν ἐπιβλύει ὕδατος ἄχνη:
ἠερίη δ᾽ ἄμαθος παρακέκλιται: οὐδέ τι κεῖσε
1240ἑρπετόν, οὐδὲ ποτητὸν ἀείρεται. ἔνθ᾽ ἄρα τούσγε
πλυμμυρίσ--καὶ γάρ τ᾽ ἀναχάζεται ἠπείροιο
ἦ θαμὰ δὴ τόδε χεῦμα, καὶ ἂψ ἐπερεύγεται ἀκτὰς
λάβρον ἐποιχόμενον--μυχάτῃ ἐνέωσε τάχιστα
ἠιόνι, τρόπιος δὲ μάλ᾽ ὕδασι παῦρον ἔλειπτο.
1245οἱ δ᾽ ἀπὸ νηὸς ὄρουσαν, ἄχος δ᾽ ἕλεν εἰσορόωντας
ἠέρα καὶ μεγάλης νῶτα χθονὸς ἠέρι ἶσα,
τηλοῦ ὑπερτείνοντα διηνεκές: οὐδέ τιν᾽ ἀρδμόν,
οὐ πάτον, οὐκ ἀπάνευθε κατηυγάσσαντο βοτήρων
αὔλιον, εὐκήλῳ δὲ κατείχετο πάντα γαλήνῃ.
1250ἄλλος δ᾽ αὖτ᾽ ἄλλον τετιημένος ἐξερέεινεν:
‘τίς χθὼν εὔχεται ἥδε; πόθι ξυνέωσαν ἄελλαι
ἡμέας; αἴθ᾽ ἔτλημεν, ἀφειδέες οὐλομένοιο
δείματος, αὐτὰ κέλευθα διαμπερὲς ὁρμηθῆναι
πετράων. ἦ τ᾽ ἂν καὶ ὑπὲρ Διὸς αἶσαν ἰοῦσιν
1255βέλτερον ἦν μέγα δή τι μενοινώοντας ὀλέσθαι.
νῦν δὲ τί κεν ῥέξαιμεν, ἐρυκόμενοι ἀνέμοισιν
αὖθι μένειν τυτθόν περ ἐπὶ χρόνον; οἷον ἐρήμη
πέζα διωλυγίης ἀναπέπταται ἠπείροιο.’
ὧς ἄρ᾽ ἔφη: μετὰ δ᾽ αὐτὸς ἀμηχανίῃ κακότητος
1260ἰθυντὴρ Ἀγκαῖος ἀκηχέμενος ἀγόρευσεν:
‘Ὠλόμεθ᾽ αἰνότατον δῆθεν μόρον, οὐδ᾽ ὑπάλυξις
ἔστ᾽ ἄτης: πάρα δ᾽ ἄμμι τὰ κύντατα πημανθῆναι
τῇδ᾽ ἐπ᾽ ἐρημαίῃ πεπτηότας, εἰ καὶ ἀῆται
χερσόθεν ἀμπνεύσειαν: ἐπεὶ τεναγώδεα λεύσσω
1265τῆλε περισκοπέων ἅλα πάντοθεν: ἤλιθα δ᾽ ὕδωρ
ξαινόμενον πολιῇσιν ἐπιτροχάει ψαμάθοισιν.
καί κεν ἐπισμυγερῶς διὰ δὴ πάλαι ἥδ᾽ ἐκεάσθη
νηῦς ἱερὴ χέρσου πολλὸν πρόσω: ἀλλά μιν αὐτὴ
πλημμυρὶς ἐκ πόντοιο μεταχθονίην ἐκόμισσεν.
1270νῦν δ᾽ ἡ μὲν πέλαγόσδε μετέσσυται, οἰόθι δ᾽ ἅλμη
ἄπλοος εἰλεῖται, γαίης ὕπερ ὅσσον ἔχουσα.
τούνεκ᾽ ἐγὼ πᾶσαν μὲν ἀπ᾽ ἐλπίδα φημὶ κεκόφθαι
ναυτιλίης νόστου τε. δαημοσύνην δέ τις ἄλλος
φαίνοι ἑήν: πάρα γάρ οἱ ἐπ᾽ οἰήκεσσι θαάσσειν
1275μαιομένῳ κομιδῆς. ἀλλ᾽ οὐ μάλα νόστιμον ἦμαρ
Ζεὺς ἐθέλει καμάτοισιν ἐφ᾽ ἡμετέροισι τελέσσαι.’
ὧς φάτο δακρυόεις: σὺν δ᾽ ἔννεπον ἀσχαλόωντι
ὅσσοι ἔσαν νηῶν δεδαημένοι: ἐν δ᾽ ἄρα πᾶσιν
παχνώθη κραδίη, χύτο δὲ χλόος ἀμφὶ παρειάς.
1280οἷον δ᾽ ἀψύχοισιν ἐοικότες εἰδώλοισιν
ἀνέρες εἱλίσσονται ἀνὰ πτόλιν, ἢ πολέμοιο
ἢ λοιμοῖο τέλος ποτιδέγμενοι, ἠέ τιν᾽ ὄμβρον
ἄσπετον, ὅς τε βοῶν κατὰ μυρία ἔκλυσεν ἔργα,
ἢ ὅταν αὐτόματα ξόανα ῥέῃ ἱδρώοντα
1285αἵματι, καὶ μυκαὶ σηκοῖς ἔνι φαντάζωνται,
ὴὲ καὶ ἠέλιος μέσῳ ἤματι νύκτ᾽ ἐπάγῃσιν
οὐρανόθεν, τὰ δὲ λαμπρὰ δι᾽ ἠέρος ἄστρα φαείνοι:
ὧς τότ᾽ ἀριστῆες δολιχοῦ πρόπαρ αἰγιαλοῖο
ἤλυον ἑρπύζοντες. ἐπήλυθε δ᾽ αὐτίκ᾽ ἐρεμνὴ
1290ἕσπερος. οἱ δ᾽ ἐλεεινὰ χεροῖν σφέας ἀμφιβαλόντες
δακρυόειν ἀγάπαζον, ἵν᾽ ἄνδιχα δῆθεν ἕκαστος
θυμὸν ἀποφθίσειαν ἐνὶ ψαμάθοισι πεσόντες.
βὰν δ᾽ ἴμεν ἄλλυδις ἄλλος ἑκαστέρω αὖλιν ἑλέσθαι:
ἐν δὲ κάρη πέπλοισι καλυψάμενοι σφετέροισιν
1295ἄκμηνοι καὶ ἄπαστοι ἐκείατο νύκτ᾽ ἔπι πᾶσαν
καὶ φάος, οἰκτίστῳ θανάτῳ ἔπι. νόσφι δὲ κοῦραι
ἀθρόαι Αἰήταο παρεστενάχοντο θυγατρί.
ὡς δ᾽ ὅτ᾽ ἐρημαῖοι πεπτηότες ἔκτοθι πέτρης
χηραμοῦ ἀπτῆνες λιγέα κλάζουσι νεοσσοί:
1300ἢ ὅτε καλὰ νάοντος ἐπ᾽ ὀφρύσι Πακτωλοῖο
κύκνοι κινήσωσιν ἑὸν μέλος, ἀμφὶ δὲ λειμὼν
ἑρσήεις βρέμεται ποταμοῖό τε καλὰ ῥέεθρα:
ὧς αἱ ἐπὶ ξανθὰς θέμεναι κονίῃσιν ἐθείρας
παννύχιαι ἐλεεινὸν ἰήλεμον ὠδύροντο.
1305καί νύ κεν αὐτοῦ πάντες ἀπὸ ζωῆς ἐλίασθεν
νώνυμνοι καὶ ἄφαντοι ἐπιχθονίοισι δαῆναι
ἡρώων οἱ ἄριστοι ἀνηνύστῳ ἐπ᾽ ἀέθλῳ:
ἀλλά σφεας ἐλέηραν ἀμηχανίῃ μινύθοντας
ἡρῷσσαι, Λιβύης τιμήοροι, αἵ ποτ᾽ Λ̓θήνην,
1310ἦμος ὅτ᾽ ἐκ πατρὸς κεφαλῆς θόρε παμφαίνουσα,
ἀντόμεναι Τρίτωνος ἐφ᾽ ὕδασι χυτλώσαντο.
ἔνδιον ἦμαρ ἔην, περὶ δ᾽ ὀξύταται θέρον αὐγαὶ
ἠελίου Λιβύην: αἱ δὲ σχεδὸν Λἰσονίδαο
ἔσταν, ἕλον δ᾽ ἀπὸ χερσὶ καρήατος ἠρέμα πέπλον.
1315αὐτὰρ ὅγ᾽ εἰς ἑτέρωσε παλιμπετὲς ὄμματ᾽ ἔνεικεν,
δαίμονας αἰδεσθείς: αὐτὸν δέ μιν ἀμφαδὸν οἶον
μειλιχίοις ἐπέεσσιν ἀτυζόμενον προσέειπον: