previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


1110    ὧς ἄρ᾽ ἔφη: καὶ τὸν μέν ἐπισχεδὸν εὔνασεν ὕπνος.
δ᾽ ἔπος ἐν θυμῷ πυκινὸν βάλετ᾽: αὐτίκα δ᾽ ὦρτο
ἐκ λεχέων ἀνὰ δῶμα: συνήιξαν δὲ γυναῖκες
ἀμφίπολοι, δέσποιναν ἑὴν μέτα ποιπνύουσαι.
σῖγα δ᾽ ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν,
1115ᾗσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναι
Αἰσονίδην κούρῃ, μηδ᾽ Ἀλκίνοον βασιλῆα
λίσσεσθαι: τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει,
παρθενικὴν μὲν έοῦσαν ἑοῦ ποτὶ δώματα πατρὸς
ἐκδώσειν, λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν
1120οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος.
ὧς ἄρ᾽ ἔφη: τὸν δ᾽ αἶψα πόδες φέρον ἐκ μεγάροιο,
ὥς κεν Ἰήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν
Ἀρήτης βουλάς τε θεουδέος Ἀλκινόοιο.
τοὺς δ᾽ εὗρεν παρὰ νηὶ σὺν ἔντεσιν ἐγρήσσοντας
1125Ὑλλικῷ ἐν λιμένι, σχεδὸν ἄστεος: ἐκ δ᾽ ἄρα πᾶσαν
πέφραδεν ἀγγελίην: γήθησε δὲ θυμὸς ἑκάστου
ἡρώων: μάλα γάρ σφιν ἑαδότα μῦθον ἔειπεν.
αὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν,
θέμις, εὐαγέως ἐπιβώμια μῆλ᾽ ἐρύσαντες,
1130αὐτονυχὶ κούρῃ θαλαμήιον ἔντυον εὐνὴν
ἄντρῳ ἐν ἠγαθέῳ, τόθι δή ποτε Μάκρις ἔναιεν,
κούρη Ἀρισταίοιο μελίφρονος, ὅς ῥα μελισσέων
ἔργα πολυκμήτοιό τ᾽ ἀνεύρατο πῖαρ ἐλαίης.
κείνη δὴ πάμπρωτα Διὸς Νυσήιον υἷα
1135Εὐβοίης ἔντοσθεν Ἀβαντίδος ἐνὶ κόλπῳ
δέξατο, καὶ μέλιτι ξηρὸν περὶ χεῖλος ἔδευσεν,
εὖτέ μιν Ἑρμείας φέρεν ἐκ πυρός: ἔδρακε δ᾽ Ἥρη,
καί χολωσαμένη πάσης ἐξήλασε νήσου.
δ᾽ ἄρα Φαιήκων ἱερῷ ἐνὶ τηλόθεν ἄντρῳ
1140νάσσατο, καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτῃσιν.
ἔνθα τότ᾽ ἐστόρεσαν λέκτρον μέγα: τοῖο δ᾽ ὕπερθεν
χρύσεον αἰγλῆεν κῶας βάλον, ὄφρα πέλοιτο
τιμήεις τε γάμος καὶ ἀοίδιμος. ἄνθεα δέ σφιν
νύμφαι ἀμεργόμεναι λευκοῖς ἐνὶ ποικίλα κόλποις
1145ἐσφόρεον: πάσας δὲ πυρὸς ὣς ἄμφεπεν αἴγλη:
τοῖον ἀπὸ χρυσέων θυσάνων ἀμαρύσσετο φέγγος.
δαῖε δ᾽ ἐν ὀφθαλμοῖς γλυκερὸν πόθον: ἴσχε δ᾽ ἑκάστην
αἰδὼς ἱεμένην περ ὅμως ἐπὶ χεῖρα βαλέσθαι.
αἱ μέν τ᾽ Αἰγαίου ποταμοῦ καλέοντο θύγατρες:
1150αἱ δ᾽ ὄρεος κορυφὰς Μελιτηίου ἀμφενέμοντο:
αἱ δ᾽ ἔσαν ἐκ πεδίων ἀλσηίδες. ὦρσε γὰρ αὐτὴ
Ἥρη Ζηνὸς ἄκοιτις, Ἰήσονα κυδαίνουσα.
κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληίζεται ἄντρον
Μηδείης, ὅθι τούσγε σὺν ἀλλήλοισιν ἔμιξαν
1155τεινάμεναι ἑανοὺς εὐώδεας. οἱ δ᾽ ἐνὶ χερσὶν
δούρατα νωμήσαντες ἀρήια, μὴ πρὶν ἐς ἀλκὴν
δυσμενέων ἀίδηλος ἐπιβρίσειεν ὅμιλος,
κράατα δ᾽ εὐφύλλοις ἐστεμμένοι ἀκρεμόνεσσιν,
ἐμμελέως, Ὀρφῆος ὑπαὶ λίγα φορμίζοντος
1160νυμφιδίαις ὑμέναιον ἐπὶ προμολῇσιν ἄειδον.
οὐ μὲν ἐν Ἀλκινόοιο γάμον μενέαινε τελέσσαι
ἥρως Αἰσονίδης, μεγάροις δ᾽ ἐνὶ πατρὸς ἑοῖο,
νοστήσας ἐς Ἰωλκὸν ὑπότροπος: ὧς δὲ καὶ αὐτὴ
Μήδεια φρονέεσκε: τότ᾽ αὖ χρεὼ ἦγε μιγῆναι.
1165ἀλλὰ γὰρ οὔποτε φῦλα δυηπαθέων ἀνθρώπων
τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί: σὺν δέ τις αἰεὶ
πικρὴ παρμέμβλωκεν ἐυφροσύνῃσιν ἀνίη.
τῶ καὶ τοὺς γλυκερῇ περ ἰαινομένους φιλότητι
δεῖμ᾽ ἔχεν, εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: