previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τόφρα δὲ μητέρ᾽ ἑήν, μετιὼν δόμον Αἰήταο,
610Ἄργος παντοίοισι παρηγορέεσκ᾽ ἐπέεσσιν,
Μήδειαν λίσσεσθαι ἀμυνέμεν: δὲ καὶ αὐτὴ
πρόσθεν μητιάασκε: δέος δέ μιν ἴσχανε θυμόν,
μή πως ἠὲ παρ᾽ αἶσαν ἐτώσια μειλίξαιτο
πατρὸς ἀτυζομένην ὀλοὸν χόλον, ἠὲ λιτῇσιν
615ἑσπομένης ἀρίδηλα καὶ ἀμφαδὰ ἔργα πέλοιτο.
κούρην δ᾽ ἐξ ἀχέων ἀδινὸς κατελώφεεν ὕπνος
λέκτρῳ ἀνακλινθεῖσαν. ἄφαρ δέ μιν ἠπεροπῆες,
οἷά τ᾽ ἀκηχεμένην, ὀλοοὶ ἐρέθεσκον ὄνειροι.
τὸν ξεῖνον δ᾽ ἐδόκησεν ὑφεστάμεναι τὸν ἄεθλον,
620οὔτι μάλ᾽ ὁρμαίνοντα δέρος κριοῖο κομίσσαι,
οὐδέ τι τοῖο ἕκητι μετὰ πτόλιν Αἰήταο
ἐλθέμεν, ὄφρα δέ μιν σφέτερον δόμον εἰσαγάγοιτο
κουριδίην παράκοιτιν: ὀίετο δ᾽ ἀμφὶ βόεσσιν
αὐτὴ ἀεθλεύουσα μάλ᾽ εὐμαρέως πονέεσθαι:
625σφωιτέρους δὲ τοκῆας ὑποσχεσίης ἀθερίζειν,
οὕνεκεν οὐ κούρῃ ζεῦξαι βόας, ἀλλά οἱ αὐτῷ
προύθεσαν: ἐκ δ᾽ ἄρα τοῦ νεῖκος πέλεν ἀμφήριστον
πατρί τε καὶ ξείνοις: αὐτῇ δ᾽ ἐπιέτρεπον ἄμφω
τὼς ἔμεν, ὥς κεν ἑῇσι μετὰ φρεσὶν ἰθύσειεν.
630 δ᾽ ἄφνω τὸν ξεῖνον, ἀφειδήσασα τοκήων,
εἵλετο: τοὺς δ᾽ ἀμέγαρτον ἄχος λάβεν, ἐκ δ᾽ ἐβόησαν
χωόμενοι: τὴν δ᾽ ὕπνος ἅμα κλαγγῇ μεθέηκεν.
παλλομένη δ᾽ ἀνόρουσε φόβῳ, περί τ᾽ ἀμφί τε τοίχους
πάπτηνεν θαλάμοιο: μόλις δ᾽ ἐσαγείρατο θυμὸν
635ὡς πάρος ἐν στέρνοις, ἀδινὴν δ᾽ ἀνενείκατο φωνήν:
δειλὴ ἐγών, οἷόν με βαρεῖς ἐφόβησαν ὄνειροι.
δείδια, μὴ μέγα δή τι φέρῃ κακὸν ἥδε κέλευθος
ἡρώων. περί μοι ξείνῳ φρένες ἠερέθονται.
μνάσθω ἑὸν κατὰ δῆμον Ἀχαιίδα τηλόθι κούρην
640ἄμμι δὲ παρθενίη τε μέλοι καὶ δῶμα τοκήων.
ἔμπα γε μὴν θεμένη κύνεον κέαρ, οὐκέτ᾽ ἄνευθεν
αὐτοκασιγνήτης πειρήσομαι, εἴ κέ μ᾽ ἀέθλῳ
χραισμεῖν ἀντιάσῃσιν, ἐπὶ σφετέροις ἀχέουσα
παισί: τό κέν μοι λυγρὸν ἐνὶ κραδίῃ σβέσαι ἄλγος.’
645     ῥα, καὶ ὀρθωθεῖσα θύρας ὤιξε δόμοιο,
νήλιπος, οἰέανος: καὶ δὴ λελίητο νέεσθαι
αὐτοκασιγνήτηνδε, καὶ ἕρκεος οὐδὸν ἄμειψεν.
δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο,
αἰδοῖ ἐεργομένη: μετὰ δ᾽ ἐτράπετ᾽ αὖτις ὀπίσσω
650στρεφθεῖσ᾽: ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τ᾽ ἀλέεινεν
εἴσω: τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα:
ἤτοι ὅτ᾽ ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς:
αἰδοῖ δ᾽ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν.
τρὶς μὲν ἐπειρήθη, τρὶς δ᾽ ἔσχετο, τέτρατον αὖτις
655λέκτροισιν πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα.
ὡς δ᾽ ὅτε τις νύμφη θαλερὸν πόσιν ἐν θαλάμοισιν
μύρεται, μιν ὄπασσαν ἀδελφεοὶ ἠδὲ τοκῆες,
οὐδέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιν
αἰδοῖ ἐπιφροσύνῃ τε: μυχῷ δ᾽ ἀχέουσα θαάσσει:
660τὸν δέ τις ὤλεσε μοῖρα, πάρος ταρπήμεναι ἄμφω
δήνεσιν ἀλλήλων: δ᾽ ἔνδοθι δαιομένη περ
σῖγα μάλα κλαίει χῆρον λέχος εἰσορόωσα,
μή μιν κερτομέουσαι ἐπιστοβέωσι γυναῖκες:
τῇ ἰκέλη Μήδεια κινύρετο. τὴν δέ τις ἄφνω
665μυρομένην μεσσηγὺς ἐπιπρομολοῦσ᾽ ἐνόησεν
δμωάων, οἱ ἑπέτις πέλε κουρίζουσα:
Χαλκιόπῃ δ᾽ ἤγγειλε παρασχεδόν: δ᾽ ἐνὶ παισὶν
ἧστ᾽ ἐπιμητιόωσα κασιγνήτην ἀρέσασθαι.
ἀλλ᾽ οὐδ᾽ ὧς ἀπίθησεν, ὅτ᾽ ἔκλυεν ἀμφιπόλοιο
670μῦθον ἀνώιστον: διὰ δ᾽ ἔσσυτο θαμβήσασα
ἐκ θαλάμου θάλαμόνδε διαμπερές, ἔνι κούρη
κέκλιτ᾽ ἀκηχεμένη, δρύψεν δ᾽ ἑκάτερθε παρειάς:
ὡς δ᾽ ἴδε δάκρυσιν ὄσσε πεφυρμένα, φώνησέν μιν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: