previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἰ δ᾽ ἄγε νῦν, Ἐρατώ, παρά θ᾽ ἵστασο, καί μοι ἔνισπε,
ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας Ἰήσων
Μηδείης ὑπ᾽ ἔρωτι. σὺ γὰρ καὶ Κύπριδος αἶσαν
ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις
5παρθενικάς: τῶ καί τοι ἐπήρατον οὔνομ᾽ ἀνῆπται.
ὧς οἱ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσιν
μίμνον ἀριστῆες λελοχημένοι: αἱ δ᾽ ἐνόησαν
Ἥρη Ἀθηναίη τε, Διὸς δ᾽ αὐτοῖο καὶ ἄλλων
ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι
10βούλευον: πείραζε δ᾽ Ἀθηναίην πάρος Ἥρη:
αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς.
τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι, κεν ἑλόντες
χρύσεον Αἰήταο μεθ᾽ Ἑλλάδα κῶας ἄγοιντο,
καὶ τόνγ᾽ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν
15μειλιχίοις; γὰρ ὅγ᾽ ὑπερφίαλος πέλει αἰνῶς.
ἔμπης δ᾽ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν.’
ὧς φάτο: τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν:
καὶ δ᾽ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν,
Ἤρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω
20φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει
θυμὸν ἀριστήων: πολέας δ᾽ ἐπεδοίασα βουλάς.’
, καὶ ἐπ᾽ οὔδεος αἵγε ποδῶν πάρος ὄμματ᾽ ἔπηξαν,
ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν: αὐτίκα δ᾽ Ἥρη
τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον:
25δεῦρ᾽ ἴομεν μετὰ Κύπριν: ἐπιπλόμεναι δέ μιν ἄμφω
παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται
κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσιν
θέλξαι ὀιστεύσας ἐπ᾽ Ἰήσονι. τὸν δ᾽ ἂν ὀίω
κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν.’
30    ὧς ἄρ᾽ ἔφη: πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ,
καί μιν ἔπειτ᾽ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν:
Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων,
οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο.
εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει, τ᾽ ἂν ἔγωγε
35ἑσποίμην: σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα.’
, καὶ ἀναΐξασαι ἐπὶ μέγα δῶμα νέοντο
Κύπριδος, ῥά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις,
ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν.
ἕρκεα δ᾽ εἰσελθοῦσαι ὑπ᾽ αἰθούσῃ θαλάμοιο
40ἔσταν, ἵν᾽ ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο.
ἀλλ᾽ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει,
νήσοιο πλαγκτῆς εὐρὺν μυχόν, ἔνι πάντα
δαίδαλα χάλκευεν ῥιπῇ πυρόσ᾽ δ᾽ ἄρα μούνη
ἧστο δόμῳ δινωτὸν ἀνὰ θρόνον, ἄντα θυράων.
45λευκοῖσιν δ᾽ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις
κόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακροὺς
πλέξασθαι πλοκάμους: τὰς δὲ προπάροιθεν ἰδοῦσα
ἔσχεθεν, εἴσω τέ σφ᾽ ἐκάλει, καὶ ἀπὸ θρόνου ὦρτο,
εἷσέ τ᾽ ἐνὶ κλισμοῖσιν: ἀτὰρ μετέπειτα καὶ αὐτὴ
50ἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας.
τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (2 total)
  • Commentary references to this page (1):
    • Walter Leaf, Commentary on the Iliad (1900), 15.189
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: