τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν
Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο
μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν:
320 ‘Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι
ζαχρηεῖς: αὐτοὺς δ᾽ ἐπὶ δούρασι πεπτηῶτας
νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα
λυγαίῃ ὑπὸ νυκτί: θεὸς δέ τις ἄμμ᾽ ἐσάωσεν.
οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον
325ηὐλίζοντ᾽ ὄρνιθες Ἀρήιαι, οὐδ᾽ ἔτι κείνας
εὕρομεν. ἀλλ᾽ οἵγ᾽ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες
νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι: καί σφ᾽ ἀπέρυκεν
ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα,
αὐτίκ᾽ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματ᾽ ἔδωκαν,
330οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες
ἠδ᾽ αὐτοῖο σέθεν: μετὰ γὰρ τεὸν ἄστυ νέονται.
χρειὼ δ᾽ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σ᾽ ἐπικεύσω.
τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι
καὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇ
335σφωιτέρῃ τάντεσσι μετέπρεπεν Αἰολίδῃσιν,
πέμπει δεῦρο νέεσθαι ἀμήχανον: οὐδ᾽ ὑπαλύξειν
στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν
καὶ χόλον, οὐδ᾽ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰς
Αἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι.
340νῆα δ᾽ Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην,
οἷαί περ Κόλχοισι μετ᾽ ἀνδράσι νῆες ἔασιν,
τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν
λάβρον ὕδωρ πνοιή τε διέτμαγεν: ἡ δ᾽ ἐνὶ γόμφοις
ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι.
345ἶσον δ᾽ ἐξ ἀνέμοιο θέει καὶ ὅτ᾽ ἀνέρες αὐτοὶ
νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς.
τῇ δ᾽ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον
ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλ᾽ ἐπαληθεὶς
ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις.
350αὐτῷ δ᾽ ὥς κεν ἅδῃ, τὼς ἔσσεται: οὐ γὰρ ἱκάνει
χερσὶ βιησόμενος: μέμονεν δέ τοι ἄξια τίσειν
δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας
Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει.
εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε
355ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην.
τόνδε μέν, οἷό περ οὕνεκ᾽ ἀφ᾽ Ἑλλάδος ὧλλοι ἄγερθεν,
κλείουσ᾽ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο.
εἰ δ᾽ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης,
οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο.
360ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τ᾽ ἔσαν Αἰόλου υἷες:
Φρίξος δ᾽ αὖτ᾽ Ἀθάμαντος ἔην πάις Αἰολίδαο.
τόνδε δ᾽ ἄρ᾽, Ἠελίου γόνον ἔμμεναι εἴ τιν᾽ ἀκούεις,
δέρκεαι Αὐγείην: Τελαμὼν δ᾽ ὅγε, κυδίστοιο
Αἰακοῦ ἐκγεγαώς: Ζεὺς δ᾽ Αἰακὸν αὐτὸς ἔτικτεν.
365ὧς δὲ καὶ ὧλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι,
ἀθανάτων υἷές τε καὶ υἱωνοὶ γεγάασιν.’