260 ‘ἔμπης οὐκ ἄρ᾽ ἐμέλλετ᾽ ἀκηδείῃ με λιπόντες
τηλόθι πλάγξασθαι: μετὰ δ᾽ ὑμέας ἔτραπεν αἶσα.
δειλὴ ἐγώ, οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτης
λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε
πατρός. ὁ μὲν θνῄσκων στυγερὰς ἐπετείλατ᾽ ἀνίας
265ἡμετέρῃ κραδίῃ. τί δέ κεν πόλιν Ὀρχομενοῖο,
ὅστις ὅδ᾽ Ὀρχομενός, κτεάνων Ἀθάμαντος ἕκητι
μητέρ᾽ ἑὴν ἀχέουσαν ἀποπρολιπόντες, ἵκοισθε;’
ὧς ἔφατ᾽: Αἰήτης δὲ πανύστατος ὦρτο θύραζε,
ἐκ δ᾽ αὐτὴ Εἰδυῖα δάμαρ κίεν Αἰήταο,
270Χαλκιόπης ἀίουσα: τὸ δ᾽ αὐτίκα πᾶν ὁμάδοιο
ἕρκος ἐπεπλήθει. τοὶ μὲν μέγαν ἀμφιπένοντο
ταῦρον ἅλις δμῶες: τοὶ δὲ ξύλα κάγκανα χαλκῷ
κόπτον: τοὶ δὲ λοετρὰ πυρὶ ζέον: οὐδέ τις ἦεν,
ὃς καμάτου μεθίεσκεν, ὑποδρήσσων βασιλῆι.
275 τόφρα δ᾽ Ἔρως πολιοῖο δι᾽ ἠέρος ἷξεν ἄφαντος,
τετρηχώς, οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστρος
τέλλεται, ὅν τε μύωπα βοῶν κλείουσι νομῆες.
ὦκα δ᾽ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας
ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετ᾽ ἰόν.
280ἐκ δ᾽ ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν
ὀξέα δενδίλλων: αὐτῷ ὑπὸ βαιὸς ἐλυσθεὶς
Αἰσονίδῃ γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ,
ἰθὺς δ᾽ ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν
ἧκ᾽ ἐπὶ Μηδείῃ: τὴν δ᾽ ἀμφασίη λάβε θυμόν.
285αὐτὸς δ᾽ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο
καγχαλόων ἤιξε: βέλος δ᾽ ἐνεδαίετο κούρῃ
νέρθεν ὑπὸ κραδίῃ, φλογὶ εἴκελον: ἀντία δ᾽ αἰεὶ
βάλλεν ὑπ᾽ Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἄηντο
στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τιν᾽ ἄλλην
290μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ.
ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ
χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν,
ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο,
ἄγχι μάλ᾽ ἐγρομένη: τὸ δ᾽ ἀθέσφατον ἐξ ὀλίγοιο
295δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντ᾽ ἀμαθύνει:
τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ
οὖλος Ἔρως: ἁπαλὰς δὲ μετετρωπᾶτο παρειὰς
ἐς χλόον, ἄλλοτ᾽ ἔρευθος, ἀκηδείῃσι νόοιο.
δμῶες δ᾽ ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν,
300αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς,
ἀσπασίως δόρπῳ τε ποτῆτί τε θυμὸν ἄρεσσαν.
ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς
υἱῆας τοίοισι παρηγορέων ἐπέεσσιν:
‘παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων
305ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα,
πῶς Αἶάνδε νέεσθε παλίσσυτοι; ἦέ τις ἄτη
σωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο
πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου.
ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο
310δινεύσας, ὅτ᾽ ἐμεῖο κασιγνήτην ἐκόμιζεν
Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δ᾽ ἱκόμεσθα
ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθ᾽ ἔτι νῦν περ
ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης.
ἀλλὰ τί μύθων ἦδος; ἃ δ᾽ ἐν ποσὶν ὗμιν ὄρωρεν,
315εἴπατ᾽ ἀριφραδέως, ἠδ᾽ οἵτινες οἵδ᾽ ἐφέπονται
ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.’