previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἥρωες δ᾽ ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηὸς
ἐν ποταμῷ καθ᾽ ἕλος λελοχημένοι ἠγορόωντο.
αὐτὸς δ᾽ Αἰσονίδης μετεφώνεεν: οἱ δ᾽ ὑπάκουον
170ἠρέμας ἐνὶ χώρῃ ἐπισχερὼ ἑδριόωντες:
φίλοι, ἤτοι ἐγὼ μὲν μοι ἐπιανδάνει αὐτῷ
ἐξερέω: τοῦ δ᾽ ὔμμι τέλος κρηῆναι ἔοικεν.
ξυνὴ γὰρ χρειώ, ξυνοὶ δέ τε μῦθοι ἔασιν
πᾶσιν ὁμῶς: δὲ σῖγα νόον βουλήν τ᾽ ἀπερύκων
175ἴστω καὶ νόστου τόνδε στόλον οἶος ἀπούρας.
ὧλλοι μὲν κατὰ νῆα σὺν ἔντεσι μίμνεθ᾽ ἕκηλοι:
αὐτὰρ ἐγὼν ἐς δώματ᾽ ἐλεύσομαι Αἰήταο,
υἷας ἑλὼν Φρίξοιο δύω δ᾽ ἐπὶ τοῖσιν ἑταίρους.
πειρήσω δ᾽ ἐπέεσσι παροίτερον ἀντιβολήσας,
180εἴ κ᾽ ἐθέλοι φιλότητι δέρος χρύσειον ὀπάσσαι,
ἦε καὶ οὔ, πίσυνος δὲ βίῃ μετιόντας ἀτίσσει.
ὧδε γὰρ ἐξ αὐτοῖο πάρος κακότητα δαέντες
φρασσόμεθ᾽, εἴτ᾽ ἄρηι συνοισόμεθ᾽ εἴτε τις ἄλλη
μῆτις ἐπίρροθος ἔσται ἐεργομένοισιν ἀυτῆς.
185μηδ᾽ αὔτως ἀλκῇ, πρὶν ἔπεσσί γε πειρηθῆναι,
τόνδ᾽ ἀπαμείρωμεν σφέτερον κτέρας. ἀλλὰ πάροιθεν
λωίτερον μύθῳ μιν ἀρέσσασθαι μετιόντας.
πολλάκι τοι ῥέα μῦθος, κεν μόλις ἐξανύσειεν
ἠνορέη, τόδ᾽ ἔρεξε κατὰ χρέος, ᾗπερ ἐῴκει
190πρηΰνας. δὲ καί ποτ᾽ ἀμύμονα Φρίξον ἔδεκτο
μητρυιῆς φεύγοντα δόλον πατρός τε θυηλάς.
πάντες ἐπεὶ πάντῃ καὶ ὅτις μάλα κύντατος ἀνδρῶν,
ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδ᾽ ἀλεγίζει.’
ὧς φάτ᾽: ἐπῄνησαν δὲ νέοι ἔπος Αἰσονίδαο
195πασσυδίῃ, οὐδ᾽ ἔσκε παρὲξ ὅτις ἄλλο κελεύοι.
καὶ τότ᾽ ἄρ᾽ υἱῆας Φρίξου Τελαμῶνά θ᾽ ἕπεσθαι
ὦρσε καὶ Αὐγείην: αὐτὸς δ᾽ ἕλεν Ἑρμείαο
σκῆπτρον: ἄφαρ δ᾽ ἄρα νηὸς ὑπὲρ δόνακάς τε καὶ ὕδωρ
χέρσονδ᾽ ἐξαπέβησαν ἐπὶ θρῳσμοῦ πεδίοιο.
200Κιρκαῖον τόδε που κικλήσκεται: ἔνθα δὲ πολλαὶ
ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐκπεφύασιν,
τῶν καὶ ἐπ᾽ ἀκροτάτων νέκυες σειρῇσι κρέμανται
δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν
ἀνέρας οἰχομένους πυρὶ καιέμεν: οὐδ᾽ ἐνὶ γαίῃ
205ἔστι θέμις στείλαντας ὕπερθ᾽ ἐπὶ σῆμα χέεσθαι,
ἀλλ᾽ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις
δενδρέων ἐξάπτειν ἑκὰς ἄστεος. ἠέρι δ᾽ ἴσην
καὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσιν
θηλυτέρας: γάρ τε δίκη θεσμοῖο τέτυκται.
210    τοῖσι δὲ νισσομένοις Ἥρη φίλα μητιόωσα
ἠέρα πουλὺν ἐφῆκε δι᾽ ἄστεος, ὄφρα λάθοιεν
Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες.
ὦκα δ᾽ ὅτ᾽ ἐκ πεδίοιο πόλιν καὶ δώμαθ᾽ ἵκοντο
Αἰήτεω, τότε δ᾽ αὖτις ἀπεσκέδασεν νέφος Ἥρη.
215ἔσταν δ᾽ ἐν προμολῇσι τεθηπότες ἕρκε᾽ ἄνακτος
εὐρείας τε πύλας καὶ κίονας, οἳ περὶ τοίχους
ἑξείης ἄνεχον: θριγκὸς δ᾽ ἐφύπερθε δόμοιο
λαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει.
εὔκηλοι δ᾽ ὑπὲρ οὐδὸν ἔπειτ᾽ ἔβαν. ἄγχι δὲ τοῖο
220ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν
ὑψοῦ ἀειρόμεναι μέγ᾽ ἐθήλεον. αἱ δ᾽ ὑπὸ τῇσιν
ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν
Ἥφαιστος. καί ῥ᾽ μέν ἀναβλύεσκε γάλακτι,
δ᾽ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ:
225 δ᾽ ἄρ᾽ ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσιν
θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δ᾽ ἀνιούσαις
κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης.
τοῖ᾽ ἄρ᾽ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο
τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα.
230καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων
ἦν στόματ᾽, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον:
πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον
ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις
δέξατο, Φλεγραίῃ κεκμηότα δηιοτῆτι.
235ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο: τῇ δ᾽ ἐπὶ πολλαὶ
δικλίδες εὐπηγεῖς θάλαμοί τ᾽ ἔσαν ἔνθα καὶ ἔνθα:
δαιδαλέη δ᾽ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο.
λέχρις δ᾽ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν.
τῶν ἤτοι ἄλλῳ μέν, ὅτις καὶ ὑπείροχος ἦεν,
240κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι:
ἄλλῳ δ᾽ Ἄψυρτος ναῖεν πάις Αἰήταο.
τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδεια
πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν,
Τηθύος Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν.
245καί μιν Κόλχων υἷες ἐπωνυμίην Φαέθοντα
ἔκλεον, οὕνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν.
τοὺς δ᾽ ἔχον ἀμφίπολοί τε καὶ Αἰήταο θύγατρες
ἄμφω, Χαλκιόπη Μήδειά τε. τὴν μὲν ἄρ᾽ οἵγε
ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν--
250Ἥρη γάρ μιν ἔρυκε δόμῳ: πρὶν δ᾽ οὔτι θάμιζεν
ἐν μεγάροις, Ἑκάτης δὲ πανήμερος ἀμφεπονεῖτο
νηόν, ἐπεί ῥα θεᾶς αὐτὴ πέλεν ἀρήτειρα--
καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν: ὀξὺ δ᾽ ἄκουσεν
Χαλκιόπη: δμωαὶ δὲ ποδῶν προπάροιθε βαλοῦσαι
255νήματα καὶ κλωστῆρας ἀολλέες ἔκτοθι πᾶσαι
ἔδραμον. δ᾽ ἅμα τοῖσιν ἑοὺς υἱῆας ἰδοῦσα
ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν: ὧς δὲ καὶ αὐτοὶ
μητέρα δεξιόωντο, καὶ ἀμφαγάπαζον ἰδόντες
γηθόσυνοι: τοῖον δὲ κινυρομένη φάτο μῦθον:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: