‘ὦ φίλοι, οἵου φωτὸς ἀποπλαγχθέντες ἀρωγῆς
775πείρετ᾽ ἐς Αἰήτην τόσσον πλόον. εὖ γὰρ ἐγώ μιν
Δασκύλου ἐν μεγάροισι καταυτόθι πατρὸς ἐμοῖο
οἶδ᾽ ἐσιδών, ὅτε δεῦρο δι᾽ Ἀσίδος ἠπείροιο
πεζὸς ἔβη ζωστῆρα φιλοπτολέμοιο κομίζων
Ἱππολύτης: ἐμὲ δ᾽ εὗρε νέον χνοάοντα ἰούλους.
780ἔνθα δ᾽ ἐπὶ Πριόλαο κασιγνήτοιο θανόντος
ἡμετέρου Μυσοῖσιν ὑπ᾽ ἀνδράσιν, ὅντινα λαὸς
οἰκτίστοις ἐλέγοισιν ὀδύρεται ἐξέτι κείνου,
ἀθλεύων Τιτίην ἀπεκαίνυτο πυγμαχέοντα
καρτερόν, ὃς πάντεσσι μετέπρεπεν ἠιθέοισιν
785εἶδός τ᾽ ἠδὲ βίην: χαμάδις δέ οἱ ἤλασ᾽ ὀδόντας.
αὐτὰρ ὁμοῦ Μυσοῖσιν ἐμῷ ὑπὸ πατρὶ δάμασσεν
καὶ Φρύγας, οἳ ναίουσιν ὁμώλακας ἧμιν ἀρούρας,
φῦλά τε Βιθυνῶν αὐτῇ κτεατίσσατο γαίῃ,
ἔστ᾽ ἐπὶ Ῥηβαίου προχοὰς σκόπελόν τε Κολώνης:
790Παφλαγόνες τ᾽ ἐπὶ τοῖς Πελοπήιοι εἴκαθον αὔτως,
ὅσσους Βιλλαίοιο μέλαν περιάγνυται ὕδωρ.
ἀλλά με νῦν Βέβρυκες ὑπερβασίη τ᾽ Ἀμύκοιο
τηλόθι ναιετάοντος, ἐνόσφισαν, Ἡρακλῆος,
δὴν ἀποτεμνόμενοι γαίης ἅλις, ὄφρ᾽ ἐβάλοντο
795οὖρα βαθυρρείοντος ὑφ᾽ εἱαμεναῖς Ὑπίοιο.
ἔμπης δ᾽ ἐξ ὑμέων ἔδοσαν τίσιν: οὐδέ ἕ φημι
ἤματι τῷδ᾽ ἀέκητι θεῶν ἐπελάσσαι ἄρηα,
Τυνδαρίδην Βέβρυξιν, ὅτ᾽ ἀνέρα κεῖνον ἔπεφνεν.
τῶ νῦν ἥντιν᾽ ἐγὼ τῖσαι χάριν ἄρκιός εἰμι,
800τίσω προφρονέως. ἡ γὰρ θέμις ηπεοανοισιν
ἀνδράσιν, εὖτ᾽ ἄρξωσιν ἀρείονες ἄλλοι ὀφέλλειν.
ξυνῇ μὲν πάντεσσιν ὁμόστολον ὔμμιν ἕπεσθαι
Δάσκυλον ὀτρυνέω, ἐμὸν υἱέα: τοῖο δ᾽ ἰόντος,
ἦ τ᾽ ἂν ἐυξείνοισι διὲξ ἁλὸς ἀντιάοιτε
805ἀνδράσιν, ὄφρ᾽ αὐτοῖο ποτὶ στόμα Θερμώδοντος.
νόσφι δὲ Τυνδαρίδαις Ἀχερουσίδος ὑψόθεν ἄκρης
εἵσομαι ἱερὸν αἰπύ: τὸ μὲν μάλα τηλόθι πάντες
ναυτίλοι ἂμ πέλαγος θηεύμενοι ἱλάξονται:
καί κέ σφιν μετέπειτα πρὸ ἄστεος, οἷα θεοῖσιν,
810πίονας εὐα:ρότοιο γύας πεδίοιο ταμοίμην.’
ὧς τότε μὲν δαῖτ᾽ ἀμφὶ πανήμεροι ἑψιόωντο.
ἦρί γε μὴν ἐπὶ νῆα κατήισαν ἐγκονέοντες:
καὶ δ᾽ αὐτὸς σὺν τοῖσι Λύκος κίε, μυρί᾽ ὀπάσσας
δῶρα φέρειν: ἅμα δ᾽ υἷα δόμων ἔκπεμπε νέεσθαι.
815 ἔνθα δ᾽ Ἀβαντιάδην πεπρωμένη ἤλασε μοῖρα
Ἴδμονα, μαντοσύνῃσι κεκασμένον. ἀλλά μιν οὔτι
μαντοσύναι ἐσάωσαν, ἐπεὶ χρεὼ ἦγε δαμῆναι:
κεῖτο γὰρ εἱαμενῇ δονακώδεος ἐν ποταμοῖο
ψυχόμενος λαγόνας τε καὶ ἄσπετον ἰλύι νηδὺν
820κάπριος ἀργιόδων, ὀλοὸν τέρας, ὅν ῥα καὶ αὐταὶ
νύμφαι ἑλειονόμοι ὑπεδείδισαν: οὐδέ τις ἀνδρῶν
ἠείδει: οἶος δὲ κατὰ πλατὺ βόσκετο τῖφος.
αὐτὰρ ὅγ᾽ ἰλυόεντος ἀνὰ θρωσμοὺς ποταμοῖο
ϝίσσετ᾽ Ἀβαντιάδης: ὁ δ᾽ ἄρ᾽ ἔκποθεν ἀφράστοιο
825ὕψι μάλ᾽ ἐκ δονάκων ἀνεπάλμενος ἤλασε μηρὸν
ἀίγδην, μέσσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσεν.
ὀξὺ δ᾽ ὅγε κλάγξας οὔδει πέσεν: οἱ δὲ τυπέντος
ἀθρόοι ἀντιάχησαν. ὀρέξατο δ᾽ αἶψ᾽ ὀλοοῖο
Πηλεὺς αἰγανέῃ φύγαδ᾽ εἰς ἕλος ὁρμηθέντος
830καπρίου: ἔσσυτο δ᾽ αὖτις ἐναντίος: ἀλλά μιν Ἴδας
οὔτασε, βεβρυχὼς δὲ θοῷ περικάππεσε δουρί.
καὶ τὸν μὲν χαμάδις λίπον αὐτόθι πεπτηῶτα:
τὸν δ᾽ ἕταροι ἐπὶ νῆα φέρον ψυχορραγέοντα,
ἀχνύμενοι, χείρεσσι δ᾽ ἑῶν ἐνικάτθαν᾽ ἑταίρων.