720 ἦμος δὲ τρίτατον φάος ἤλυθε, δὴ τότ᾽ ἔπειτα
ἀκραεῖ ζεφύρῳ νῆσον λίπον αἰπήεσσαν.
ἔνθεν δ᾽ ἀντιπέρην ποταμοῦ στόμα Σαγγαρίοιο
καὶ Μαριανδυνῶν ἀνδρῶν ἐριθηλέα γαῖαν
ἠδὲ Λύκοιο ῥέεθρα καὶ Ἀνθεμοεισίδα λίμνην
725δερκόμενοι παράμειβον: ὑπὸ πνοιῇ δὲ κάλωες
ὅπλα τε νήια πάντα τινάσσετο νισσομένοισιν.
ἠῶθεν δ᾽ ἀνέμοιο διὰ κνέφας εὐνηθέντος
ἀσπασίως ἄκρης Ἀχερουσίδος ὅρμον ἵκοντο.
ἡ μέν τε κρημνοῖσιν ἀνίσχεται ἠλιβάτοισιν,
730εἰς ἅλα δερκομένη Βιθυνίδα: τῇ δ᾽ ὑπὸ πέτραι
λισσάδες ἐρρίζωνται ἁλίβροχοι: ἀμφὶ δὲ τῇσιν
κῦμα κυλινδόμενον μεγάλα βρέμει: αὐτὰρ ὕπερθεν
ἀμφιλαφεῖς πλατάνιστοι ἐπ᾽ ἀκροτάτῃ πεφύασιν.
ἐκ δ᾽ αὐτῆς εἴσω κατακέκλιται ἤπειρόνδε
735κοίλη ὕπαιθα νάπη, ἵνα τε σπέος ἔστ᾽ Ἀίδαο
ὕλῃ καὶ πέτρῃσιν ἐπηρεφές, ἔνθεν ἀυτμὴ
πηγυλίς, ὀκρυόεντος ἀναπνείουσα μυχοῖο
συνεχές, ἀργινόεσσαν ἀεὶ περιτέτροφε πάχνην,
ἥ τε μεσημβριόωντος ἰαίνεται ἠελίοιο.
740σιγὴ δ᾽ οὔποτε τήνγε κατὰ βλοσυρὴν ἔχει ἄκρην,
ἀλλ᾽ ἄμυδις πόντοιό θ᾽ ὑπὸ στένει ἠχήεντος,
φύλλων τε πνοιῇσι τινασσομένων μυχίῃσιν.
ἔνθα δὲ καὶ προχοαὶ ποταμοῦ Ἀχέροντος ἔασιν,
ὅς τε διὲξ ἄκρης ἀνερεύγεται εἰς ἅλα βάλλων
745ἠῴην: κοίλη δὲ φάραγξ κατάγει μιν ἄνωθεν.
τὸν μὲν ἐν ὀψιγόνοισι Σοωναύτην ὀνόμηναν
Νισαῖοι Μεγαρῆες, ὅτε νάσσεσθαι ἔμελλον
γῆν Μαριανδυνῶν. δὴ γάρ σφεας ἐξεσάωσεν
αὐτῇσιν νήεσσι, κακῇ χρίμψαντας ἀέλλῃ.
750τῇ ῥ᾽ οἵγ᾽ αὐτίκα νηὶ διὲξ Ἀχερουσίδος ἄκρης
εἰσωποὶ ἀνέμοιο νέον λήγοντος ἔκελσαν.
οὐδ᾽ ἄρα δηθὰ Λύκον, κείνης πρόμον ἠπείροιο,
καὶ Μαριανδυνοὺς λάθον ἀνέρας ὁρμισθέντες
αὐθένται Ἀμύκοιο κατὰ κλέος, ὃ πρὶν ἄκουον:
755ἀλλὰ καὶ ἀρθμὸν ἔθεντο μετὰ σφίσι τοῖο ἕκητι.
αὐτὸν δ᾽ ὥστε θεὸν Πολυδεύκεα δεξιόωντο
πάντοθεν ἀγρόμενοι: ἐπεὶ ἦ μάλα τοίγ᾽ ἐπὶ δηρὸν
ἀντιβίην Βέβρυξιν ὑπερφιάλοις πολέμιζον.
καὶ δὴ πασσυδίῃ μεγάρων ἔντοσθε Λύκοιο
760κεῖν᾽ ἦμαρ φιλότητι, μετὰ πτολίεθρον ἰόντες,
δαίτην ἀμφίεπον, τέρποντό τε θυμὸν ἔπεσσιν.
Λἰσονίδης μέν οἱ γενεὴν καὶ οὔνομ᾽ ἑκάστου
σφωιτέρων μυθεῖθ᾽ ἑτάρων, Πελίαό τ᾽ ἐφετμάς,
ἠδ᾽ ὡς Λημνιάδεσσιν ἐπεξεινοῦντο γυναιξίν,
765ὅσσα τε Κύζικον ἀμφὶ Δολιονίην ἐτελεσσαν:
Μυσίδα δ᾽ ὡς ἀφίκοντο Κίον θ᾽, ὅθι κάλλιπον ἥρω
Ἡρακλέην ἀέκοντι νόῳ, Γλαύκοιό τε βάξιν
πέφραδε, καὶ Βέβρυκας ὅπως Ἄμυκόν τ᾽ ἐδάιξαν,
καὶ Φινῆος ἔειπε θεοπροπίας τε δύην τε,
770ἠδ᾽ ὡς Κυανέας πέτρας φύγον, ὥς τ᾽ ἀβόλησαν
Λητοΐδῃ κατὰ νῆσον. ὁ δ᾽ ἑξείης ἐνέποντος
θέλγετ᾽ ἀκουῇ θυμόν: ἄχος δ᾽ ἕλεν Ἡρακλῆι
λειπομένῳ, καὶ τοῖον ἔπος πάντεσσι μετηύδα: