ἦμος δ᾽ οὔτ᾽ ἄρ πω φάος ἄμβροτον, οὔτ᾽ ἔτι λίην
670ὀρφναίη πέλεται, λεπτὸν δ᾽ ἐπιδέδρομε νυκτὶ
φέγγος, ὅτ᾽ ἀμφιλύκην μιν ἀνεγρόμενοι καλέουσιν,
τῆμος ἐρημαίης νήσου λιμέν᾽ εἰσελάσαντες
Θυνιάδος, καμάτῳ πολυπήμονι βαῖνον ἔραζε.
τοῖσι δὲ Λητοῦς υἱός, ἀνερχόμενος Λυκίηθεν
675τῆλ᾽ ἐπ᾽ ἀπείρονα δῆμον Ὑπερβορέων ἀνθρώπων,
ἐξεφάνη: χρύσεοι δὲ παρειάων ἑκάτερθεν
πλοχμοὶ βοτρυόεντες ἐπερρώοντο κιόντι:
λαιῇ δ᾽ ἀργύρεον νώμα βιόν, ἀμφὶ δὲ νώτοις
ἰοδόκη τετάνυστο κατωμαδόν: ἡ δ᾽ ὑπὸ ποσσὶν
680σείετο νῆσος ὅλη, κλύζεν δ᾽ ἐπὶ κύματα χέρσῳ.
τοὺς δ᾽ ἕλε θάμβος ἰδόντας ἀμήχανον: οὐδέ τις ἔτλη
ἀντίον αὐγάσσασθαι ἐς ὄμματα καλὰ θεοῖο.
στὰν δὲ κάτω νεύσαντες ἐπὶ χθονός: αὐτὰρ ὁ τηλοῦ
βῆ ῥ᾽ ἴμεναι πόντονδε δι᾽ ἠέρος: ὀψὲ δὲ τοῖον
685Ὀρφεὺς ἔκφατο μῦθον ἀριστήεσσι πιφαύσκων:
‘εἰ δ᾽ ἄγε δὴ νῆσον μὲν Ἑωίου Ἀπόλλωνος
τήνδ᾽ ἱερὴν κλείωμεν, ἐπεὶ πάντεσσι φαάνθη
ἠῷος μετιών: τὰ δὲ ῥέξομεν οἷα πάρεστιν,
βωμὸν ἀναστήσαντες ἐπάκτιον: εἰ δ᾽ ἂν ὀπίσσω
690γαῖαν ἐς Αἱμονίην ἀσκηθέα νόστον ὀπάσσῃ,
δὴ τότε οἱ κεραῶν ἐπὶ μηρία θήσομεν αἰγῶν.
νῦν δ᾽ αὔτως κνίσῃ λοιβῇσί τε μειλίξασθαι
κέκλομαι. ἀλλ᾽ ἵληθι ἄναξ, ἵληθι φαανθείς.’
ὧς ἄρ᾽ ἔφη: καὶ τοὶ μὲν ἄφαρ βωμὸν τετύκοντο
695χερμάσιν: οἱ δ᾽ ἀνὰ νῆσον ἐδίνεον, ἐξερέοντες
εἴ κέ τιν᾽ ἢ κεμάδων, ἢ ἀγροτέρων ἐσίδοιεν
αἰγῶν, οἷά τε πολλὰ βαθείῃ βόσκεται ὕλῃ.
τοῖσι δὲ Λητοΐδης ἄγρην πόρεν: ἐκ δέ νυ πάντων
εὐαγέως ἱερῷ ἀνὰ διπλόα μηρία βωμῷ
700καῖον, ἐπικλείοντες Ἑώιον Ἀπόλλωνα.
ἀμφὶ δὲ δαιομένοις εὐρὺν χορὸν ἐστήσαντο,
καλὸν Ἰηπαιήον᾽ Ἰηπαιήονα Φοῖβον
μελπόμενοι: σὺν δέ σφιν ἐὺς πάις Οἰάγροιο
Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς:
705ὥς ποτε πετραίῃ ὑπὸ δειράδι Παρνησσοῖο
Δελφύνην τόξοισι πελώριον ἐξενάριξεν,
κοῦρος ἐὼν ἔτι γυμνός, ἔτι πλοκάμοισι γεγηθώς.
ἱλήκοις: αἰεί τοι, ἄναξ, ἄτμητοι ἔθειραι,
αἰὲν ἀδήλητοι: τὼς γὰρ θέμις. οἰόθι δ᾽ αὐτὴ
710Λητὼ Κοιογένεια φίλαις ἐν χερσὶν ἀφάσσει.
πολλὰ δὲ Κωρύκιαι νύμφαι, Πλείστοιο θύγατρες,
θαρσύνεσκον ἔπεσσιν, Ἰήιε κεκληγυῖαι:
ἔνθεν δὴ τόδε καλὸν ἐφύμνιον ἔπλετο Φοίβῳ.
αὐτὰρ ἐπειδὴ τόνγε χορείῃ μέλψαν ἀοιδῇ,
715λοιβαῖς εὐαγέεσσιν ἐπώμοσαν, ἦ μὲν ἀρήξειν
ἀλλήλοις εἰσαιὲν ὁμοφροσύνῃσι νόοιο,
ἁπτόμενοι θυέων: καί τ᾽ εἰσέτι νῦν γε τέτυκται
κεῖσ᾽ Ὁμονοίης ἱρὸν ἐύφρονος, ὅ ῥ᾽ ἐκάμοντο
αὐτοὶ κυδίστην τότε δαίμονα πορσαίνοντες.