previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κλῦτε, Πανελλήνων προφερέστατοι, εἰ ἐτεὸν δὴ
210οἵδ᾽ ὑμεῖς, οὓς δή κρυερῇ βασιλῆος ἐφετμῇ
Ἁργῴης ἐπὶ νηὸς ἄγει μετὰ κῶας Ἰήσων.
ὑμεῖς ἀτρεκέως. ἔτι μοι νόος οἶδεν ἕκαστα
ᾗσι θεοπροπίῃσι. χάριν νύ τοι, ἄνα Λητοῦς
υἱέ, καὶ ἀργαλέοισιν ἀνάπτομαι ἐν καμάτοισιν.
215Ἱκεσίου πρὸς Ζηνός, ὅτις ῥίγιστος ἀλιτροῖς
ἀνδράσι, Φοίβου τ᾽ ἀμφὶ καὶ αὐτῆς εἵνεκεν Ἥρης
λίσσομαι, περίαλλα θεῶν μέμβλεσθε κιόντες,
χραίσμετέ μοι, ῥύσασθε δυσάμμορον ἀνέρα λύμης,
μηδέ μ᾽ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες
220αὔτως. οὐ γὰρ μοῦνον ἐπ᾽ ὀφθαλμοῖσιν Ἐρινὺς
λὰξ ἐπέβη, καὶ γῆρας ἀμήρυτον ἐς τέλος ἕλκω:
πρὸς δ᾽ ἔτι πικρότατον κρέμαται κακὸν ἄλλο κακοῖσιν.
ἅρπυιαι στόματός μοι ἀφαρπάζουσιν ἐδωδὴν
ἔκποθεν ἀφράστοιο καταΐσσουσαι ὄλεθροι.
225ἴσχω δ᾽ οὔτινα μῆτιν ἐπίρροθον. ἀλλά κε ῥεῖα
αὐτὸς ἑὸν λελάθοιμι νόον δόρποιο μεμηλώς,
κείνας: ὧδ᾽ αἶψα διηέριαι ποτέονται.
τυτθὸν δ᾽ ἢν ἄρα δήποτ᾽ ἐδητύος ἄμμι λίπωσιν,
πνεῖ τόδε μυδαλέον τε καὶ οὐ τλητὸν μένος ὀδμῆς:
230οὔ κέ τις οὐδὲ μίνυνθα βροτῶν ἄνσχοιτο πελάσσας,
οὐδ᾽ εἴ οἱ ἀδάμαντος ἐληλάμενον κέαρ εἴη.
ἀλλά με πικρὴ δῆτα καὶ ἄατος ἴσχει ἀνάγκη
μίμνειν καὶ μίμνοντα κακῇ ἐνὶ γαστέρι θέσθαι.
τὰς μὲν θέσφατόν ἐστιν ἐρητῦσαι Βορέαο
235υἱέας. οὐδ᾽ ὀθνεῖοι ἀλαλκήσουσιν ἐόντες,
εἰ δὴ ἐγὼν πρίν ποτ᾽ ἐπικλυτὸς ἀνδράσι Φινεὺς
ὄλβῳ μαντοσύνῃ τε, πατὴρ δέ με γείνατ᾽ Ἀγήνωρ:
τῶν δὲ κασιγνήτην, ὅτ᾽ ἐνὶ Θρῄκεσσιν ἄνασσον,
Κλειοπάτρην ἕδνοισιν ἐμὸν δόμον ἦγον ἄκοιτιν.’
240    Ἴσκεν Ἀγηνορίδης: ἀδινὸν δ᾽ ἕλε κῆδος ἕκαστον
ἡρώων, πέρι δ᾽ αὖτε δύω υἷας Βορέαο.
δάκρυ δ᾽ ὀμορξαμένω σχεδὸν ἤλυθον, ὧδέ τ᾽ ἔειπεν
Ζήτης, ἀσχαλόωντος ἑλὼν χερὶ χεῖρα γέροντος:
῀Ἀ δείλ᾽, οὔτινά φημι σέθεν σμυγερώτερον ἄλλον
245ἔμμεναι ἀνθρώπων. τί νύ τοι τόσα κήδε᾽ ἀνῆπται;
ῥα θεοὺς ὀλοῇσι παρήλιτες ἀφραδίῃσιν
μαντοσύνας δεδαώς; τῶ τοι μέγα μηνιόωσιν;
ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται ἱεμένοισιν
χραισμεῖν, εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμων
250νῶιν. ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἐνιπαὶ
ἀθανάτων. οὐδ᾽ ἂν πρὶν ἐρητύσαιμεν ἰούσας
Ἁρπυίας, μάλα περ λελιημένοι, ἔστ᾽ ἂν ὀμόσσῃς,
μὴ μὲν τοῖό γ᾽ ἕκητι θεοῖς ἀπὸ θυμοῦ ἔσεσθαι.’
ὧς φάτο: τοῦ δ᾽ ἰθὺς κενεὰς γεραιὸς ἀνέσχεν
255γλήνας ἀμπετάσας, καὶ ἀμείψατο τοῖσδ᾽ ἐπέεσσιν:
σίγα: μή μοι ταῦτα νόῳ ἔνι βάλλεο, τέκνον.
ἴστω Λητοῦς υἱός, με πρόφρων ἐδίδαξεν
μαντοσύνας: ἴστω δὲ δυσώνυμος, μ᾽ ἔλαχεν, κὴρ
καὶ τόδ᾽ ἐπ᾽ ὀφθαλμῶν ἀλαὸν νέφος, οἵ θ᾽ ὑπένερθεν
260δαίμονες, οἳ μηδ᾽ ὧδε θανόντι περ εὐμενέοιεν,
ὡς οὔ τις θεόθεν χόλος ἔσσεται εἵνεκ᾽ ἀρωγῆς.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: