145 ‘Φράζεσθ᾽ ὅττι κεν ᾗσιν ἀναλκείῃσιν ἔρεξαν,
εἴ πως Ἡρακλῆα θεὸς καὶ δεῦρ᾽ ἐκόμισσε̣̣.
ἤτοι μὲν γὰρ ἐγὼ κείνου παρεόντος ἔολπα
οὐδ᾽ ἂν πυγμαχίῃ κρινθήμεναι: ἀλλ᾽ ὅτε θεσμοὺς
ἤλυθεν ἐξερέων, αὐτοῖς ἄφαρ οἷς ἀγόρευεν
150θεσμοῖσιν ῥοπάλῳ μιν ἀγηνορίης λελαθέσθαι.
ναὶ μὲν ἀκήδεστον γαίῃ ἔνι τόνγε λιπόντες
πόντον ἐπέπλωμεν: μάλα δ᾽ ἡμέων αὐτὸς ἕκαστος
εἴσεται οὐλομένην ἄτην, ἀπάνευθεν ἐόντος.’
ὧς ἄρ᾽ ἔφη: τὰ δὲ πάντα Διὸς βουλῇς ἐτέτυκτο.
155καὶ τότε μὲν μένον αὖθι διὰ κνέφας, ἕλκεά τ᾽ ἀνδρῶν
οὐταμένων ἀκέοντο, καὶ ἀθανάτοισι θυηλὰς
ῥέξαντες μέγα δόρπον ἐφώπλισαν: οὐδέ τιν᾽ ὕπνος
εἷλε παρὰ κρητῆρι καὶ αἰθομένοις ἱεροῖσιν.
ξανθὰ δ᾽ ἐρεψάμενοι δάφνῃ καθύπερθε μέτωπα
160ἀγχιάλῳ, τῇ, ἀκτῇ ἔπι, πρυμνήσι᾽ ἀνῆπτο,
Ὀρφείῃ φόρμιγγι συνοίμιον ὕμνον ἄειδον
ἐμμελέως: περὶ δέ σφιν ἰαίνετο νήνεμος ἀκτὴ
μελπομένοις: κλεῖον δὲ Θεραπναῖον Διὸς υἷα.
ἦμος δ᾽ ἠέλιος δροσερὰς ἐπέλαμψε κολώνας
165ἐκ περάτων ἀνιών, ἤγειρε δὲ μηλοβοτῆρας,
δὴ τότε λυσάμενοι νεάτης ἐκ πείσματα δάφνης,
ληίδα τ᾽ εἰσβήσαντες ὅσην χρεὼ ἦεν ἄγεσθαι,
πνοιῇ δινήεντ᾽ ἀνὰ Βόσπορον ἰθύνοντο.
ἔνθα μὲν ἠλιβάτῳ ἐναλίγκιον οὔρεϊ κῦμα
170ἀμφέρεται προπάροιθεν ἐπαΐσσοντι ἐοικός,
αἰὲν ὑπὲρ νεφέων ἠερμένον: οὐδέ κε φαίης
φεύξεσθαι κακὸν οἶτον, ἐπεὶ μάλα μεσσόθι νηὸς
λάβρον ἐπικρέμαται, καθάπερ νέφος. ἀλλὰ τόγ᾽ ἔμπης
στόρνυται, εἴ κ᾽ ἐσθλοῖο κυβερνητῆρος ἐπαύρῃ.
175τῶ καὶ Τίφυος οἵδε δαημοσύνῃσι νέοντο,
ἀσκηθεῖς μέν, ἀτὰρ πεφοβημένοι. ἤματι δ᾽ ἄλλῳ
ἀντιπέρην γαίῃ Βιθυνίδι πείσματ᾽ ἀνῆψαν.
ἔνθα δ᾽ ἐπάκτιον οἶκον Ἀγηνορίδης ἔχε Φινεύς,
ὃς περὶ δὴ πάντων ὀλοώτατα πήματ᾽ ἀνέτλη
180εἵνεκα μαντοσύνης, τήν οἱ πάρος ἐγγυάλιξεν
Λητοΐδης: οὐδ᾽ ὅσσον ὀπίζετο καὶ Διὸς αὐτοῦ
χρείων ἀτρεκέως ἱερὸν νόον ἀνθρώποισιν.
τῶ καί οἱ γῆρας μὲν ἐπὶ δηναιὸν ἴαλλεν,
ἐκ δ᾽ ἕλετ᾽ ὀφθαλμῶν γλυκερὸν φάος: οὐδὲ γάνυσθαι
185εἴα ἀπειρεσίοισιν ὀνείασιν, ὅσσα οἱ αἰεὶ
θέσφατα πευθόμενοι περιναιέται οἴκαδ᾽ ἄγειρον.
ἀλλὰ διὰ νεφέων ἄφνω πέλας ἀίσσουσαι
ἅρπυιαι στόματος χειρῶν τ᾽ ἀπὸ γαμφηλῇσιν
συνεχέως ἥρπαζον. ἐλείπετο δ᾽ ἄλλοτε φορβῆς
190οὐδ᾽ ὅσον, ἄλλοτε τυτθόν, ἵνα ζώων ἀκάχοιτο.
καὶ δ᾽ ἐπὶ μυδαλέην ὀδμὴν χέον: οὐδέ τις ἔτλη
μὴ καὶ λευκανίηνδε φορεύμενος, ἀλλ᾽ ἀποτηλοῦ
ἑστηώς: τοῖόν οἱ ἀπέπνεε λείψανα δαιτός.
αὐτίκα δ᾽ εἰσαΐων ἐνοπὴν καὶ δοῦπον ὁμίλου
195τούσδ᾽ αὐτοὺς παριόντας ἐπήισεν, ὧν οἱ ἰόντων
θέσφατον ἐκ Διὸς ἦεν ἑῆς ἀπόνασθαι ἐδωδῆς.
ὀρθωθεὶς δ᾽ εὐνῆθεν, ἀκήριον ἠύτ᾽ ὄνειρον,
βάκτρῳ σκηπτόμενος ῥικνοῖς ποσὶν ᾖε θύραζε,
τοίχους ἀμφαφόων: τρέμε δ᾽ ἅψεα νισσομένοιο
200ἀδρανίῃ γήραι τε: πίνῳ δέ οἱ αὐσταλέος χρὼς
ἐσκλήκει, ῥινοὶ δὲ σὺν ὀστέα μοῦνον ἔεργον.
ἐκ δ᾽ ἐλθὼν μεγάροιο καθέζετο γοῦνα βαρυνθεὶς
οὐδοῦ ἐπ᾽ αὐλείοιο: κάρος δέ μιν ἀμφεκάλυψεν
πορφύρεος, γαῖαν δὲ πέριξ ἐδόκησε φέρεσθαι
205νειόθεν, ἀβληχρῷ δ᾽ ἐπὶ κώματι κέκλιτ᾽ ἄναυδος.
οἱ δέ μιν ὡς εἴδοντο, περισταδὸν ἠγερέθοντο
καὶ τάφον. αὐτὰρ ὁ τοῖσι μάλα μόλις ἐξ ὑπάτοιο
στήθεος ἀμπνεύσας μετεφώνεε μαντοσύνῃσιν: