ὧς ἄρ᾽ ἔφη: πάντεσσι δ᾽ ἐπίρροθος ἥνδανε μῆτις.
ἀμφὶ δὲ χαλκείας κόρυθας κεφαλῇσιν ἔθεντο
1070δεινὸν λαμπομένας, ἐπὶ δὲ λόφοι ἐσσείοντο
φοινίκεοι. καὶ τοὶ μὲν ἀμοιβήδην ἐλάασκον:
τοὶ δ᾽ αὖτ᾽ ἐγχείῃσι καὶ ἀσπίσι νῆ᾽ ἐκάλυψαν.
ὡς δ᾽ ὅτε τις κεράμῳ κατερέψεται ἑρκίον ἀνήρ,
δώματος ἀγλαΐην τε καὶ ὑετοῦ ἔμμεναι ἄλκαρ,
1075ἄλλῳ δ᾽ ἔμπεδον ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν:
ὧς οἵγ᾽ ἀσπίσι νῆα συναρτύναντες ἔρεψαν.
οἵη δὲ κλαγγὴ δῄου πέλει ἐξ ὁμάδοιο
ἀνδρῶν κινυμένων, ὁπότε ξυνίωσι φάλαγγες,
τοίη ἄρ᾽ ὑψόθι νηὸς ἐς ἠέρα κίδνατ᾽ ἀυτή.
1080οὐδέ τιν᾽ οἰωνῶν ἔτ᾽ ἐσέδρακον, ἀλλ᾽ ὅτε νήσῳ
χρίμψαντες σακέεσσιν ἐπέκτυπον, αὐτίκ᾽ ἄρ᾽ οἵγε
μυρίοι ἔνθα καὶ ἔνθα πεφυζότες ἠερέθοντο.
ὡς δ᾽ ὁπότε Κρονίδης πυκινὴν ἐφέηκε χάλαζαν
ἐκ νεφέων ἀνά τ᾽ ἄστυ καὶ οἰκία, τοὶ δ᾽ ὑπὸ τοῖσιν
1085ἐνναέται κόναβον τεγέων ὕπερ εἰσαΐοντες
ἧνται ἀκήν, ἐπεὶ οὔ σφε κατέλλαβε χείματος ὥρη
ἀπροφάτως, ἀλλὰ πρὶν ἐκαρτύναντο μέλαθρον:
ὧς πυκινὰ πτερὰ τοῖσιν ἐφίεσαν ἀίσσοντες
ὕψι μάλ᾽ ἂμ πέλαγος περάτης εἰς οὔρεα γαίης.
1090 τίς γὰρ δὴ Φινῆος ἔην νόος, ἐνθάδε κέλσαι
ἀνδρῶν ἡρώων θεῖον στόλον; ἢ καὶ ἔπειτα
ποῖον ὄνειαρ ἔμελλεν ἐελδομένοισιν ἱκέσθαι;
υἱῆες Φρίξοιο μετὰ πτόλιν Ὀρχομενοῖο
ἐξ Αἴης ἐνέοντο παρ᾽ Αἰήταο Κυταίου,
1095Κολχίδα νῆ᾽ ἐπιβάντες, ἵν᾽ ἄσπετον ὄλβον ἄρωνται
πατρός: ὁ γὰρ θνῄσκων ἐπετείλατο τήνδε κέλευθον.
καὶ δὴ ἔσαν νήσοιο μάλα σχεδὸν ἤματι κείνῳ.
Ζεὺς δ᾽ ἀνέμου βορέαο μένος κίνησεν ἀῆναι,
ὕδατι σημαίνων διερὴν ὁδὸν Ἀρκτούροιο:
1100αὐτὰρ ὅγ᾽ ἠμάτιος μὲν ἐν οὔρεσι φύλλ᾽ ἐτίνασσεν
τυτθὸν ἐπ᾽ ἀκροτάτοισιν ἀήσυρος ἀκρεμόνεσσιν:
νυκτὶ δ᾽ ἔβη πόντονδε πελώριος, ὦρσε δὲ κῦμα
κεκληγὼς πνοιῇσι: κελαινὴ δ᾽ οὐρανὸν ἀχλὺς
ἄμπεχεν, οὐδέ πῃ ἄστρα διαυγέα φαίνετ᾽ ἰδέσθαι
1105ἐκ νεφέων, σκοτόεις δὲ περὶ ζόφος ἠρήρειστο.
οἱ δ᾽ ἄρα μυδαλέοι, στυγερὸν τρομέοντες ὄλεθρον,
υἱῆες Φρίξοιο φέρονθ᾽ ὑπὸ κύμασιν αὔτως.
ἱστία δ᾽ ἐξήρπαξ᾽ ἀνέμου μένος, ἠδὲ καὶ αὐτὴν
νῆα διάνδιχ᾽ ἔαξε τινασσομένην ῥοθίοισιν.
1110ἔνθα δ᾽ ὑπ᾽ ἐννεσίῃσι θεῶν πίσυρές περ ἐόντες
δούρατος ὠρέξαντο πελωρίου, οἷά τε πολλὰ
ῥαισθείσης κεκέδαστο θόοις συναρηρότα γόμφοις.
καὶ τοὺς μὲν νῆσόνδε, παρὲξ ὀλίγον θανάτοιο,
κύματα καὶ ῥιπαὶ ἀνέμου φέρον ἀσχαλόωντας.
1115αὐτίκα δ᾽ ἐρράγη ὄμβρος ἀθέσφατος, ὗε δὲ πόντον
καὶ νῆσον καὶ πᾶσαν ὅσην κατεναντία νήσου
χώρην Μοσσύνοικοι ὑπέρβιοι ἀμφενέμοντο.
τοὺς δ᾽ ἄμυδις κρατερῷ σὺν δούρατι κύματος ὁρμὴ
υἱῆας Φρίξοιο μετ᾽ ἠιόνας βάλε νήσου
1120νύχθ᾽ ὕπο λυγαίην: τὸ δὲ μυρίον ἐκ Διὸς ὕδωρ
λῆξεν ἅμ᾽ ἠελίω:ι τάχα δ᾽ ἐγγύθεν ἀντεβόλησαν
ἀλλήλοις, Ἄργος δὲ παροίτατος ἔκφατο μῦθον: