previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν δὲ βοῶν ἔσκεν λάσιος νομός: ἀμφὶ δὲ βουσὶν
Τηλεβόαι μάρναντο καὶ υἱέες Ἠλεκτρύωνος:
οἱ μὲν ἀμυνόμενοι, ἀτὰρ οἵγ᾽ ἐθέλοντες ἀμέρσαι,
750ληισταὶ Τάφιοι: τῶν δ᾽ αἵματι δεύετο λειμὼν
ἑρσήεις, πολέες δ᾽ ὀλίγους βιόωντο νομῆας.
ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντες.
καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε, τινάσσων
ἡνία, σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια:
755τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους,
σὺν τῷ δ᾽ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπὼς
ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο
πῖπτεν, ἐπεσσύμενος Πελοπήια νῶτα δαΐξαι.
ἐν καὶ Ἀπόλλων Φοῖβος ὀιστεύων ἐτέτυκτο,
760βούπαις οὔπω πολλός, ἑὴν ἐρύοντα καλύπτρης
μητέρα θαρσαλέως Τιτυὸν μέγαν, ὅν ῥ᾽ ἔτεκέν γε
δῖ᾽ Ἐλάρη, θρέψεν δὲ καὶ ἂψ ἐλοχεύσατο Γαῖα.
ἐν καὶ Φρίξος ἔην Μινυήιος ὡς ἐτεόν περ
εἰσαΐων κριοῦ, δ᾽ ἄρ᾽ ἐξενέποντι ἐοικώς.
765κείνους κ᾽ εἰσορόων ἀκέοις, ψεύδοιό τε θυμόν,
ἐλπόμενος πυκινήν τιν᾽ ἀπὸ σφείων ἐσακοῦσαι
βάξιν, καὶ δηρόν περ ἐπ᾽ ἐλπίδι θηήσαιο.
τοῖ᾽ ἄρα δῶρα θεᾶς Τριτωνίδος ἦεν Ἀθήνης.
δεξιτερῇ δ᾽ ἕλεν ἔγχος ἑκηβόλον, ῥ᾽ Ἀταλάντη
770Μαινάλῳ ἔν ποτέ οἱ ξεινήιον ἐγγυάλιξεν,
πρόφρων ἀντομένη: περὶ γὰρ μενέαινεν ἕπεσθαι
τὴν ὁδόν: ἀλλὰ γὰρ αὐτὸς ἑκὼν ἀπερήτυε κούρην,
δεῖσεν δ᾽ ἀργαλέας ἔριδας φιλότητος ἕκητι.
βῆ δ᾽ ἴμεναι προτὶ ἄστυ, φαεινῷ ἀστέρι ἶσος,
775ὅν ῥά τε νηγατέῃσιν ἐεργόμεναι καλύβῃσιν
νύμφαι θηήσαντο δόμων ὕπερ ἀντέλλοντα,
καί σφισι κυανέοιο δι᾽ ἠέρος ὄμματα θέλγει
καλὸν ἐρευθόμενος, γάνυται δέ τε ἠιθέοιο
παρθένος ἱμείρουσα μετ᾽ ἀλλοδαποῖσιν ἐόντος
780ἀνδράσιν, καί μιν μνηστὴν κομέουσι τοκῆες:
τῷ ἴκελος πρὸ πόληος ἀνὰ στίβον ἤιεν ἥρως.
καί ῥ᾽ ὅτε δὴ πυλέων τε καὶ ἄστεος ἐντὸς ἔβησαν,
δημότεραι μὲν ὄπισθεν ἐπεκλονέοντο γυναῖκες,
γηθόσυναι ξείνῳ: δ᾽ ἐπὶ χθονὸς ὄμματ᾽ ἐρείσας
785νίσσετ᾽ ἀπηλεγέως, ὄφρ᾽ ἀγλαὰ δώμαθ᾽ ἵκανεν
Ὑψιπύλης: ἄνεσαν δὲ πύλας προφανέντι θεράπναι
δικλίδας, εὐτύκτοισιν ἀρηρεμένας σανίδεσσιν.
ἔνθα μιν Ἰφινόη κλισμῷ ἔνι παμφανόωντι
ἐσσυμένως καλῆς διὰ παστάδος εἷσεν ἄγουσα
790ἀντία δεσποίνης: δ᾽ ἐγκλιδὸν ὄσσε βαλοῦσα
παρθενικὰς ἐρύθηνε παρηίδας: ἔμπα δὲ τόνγε
αἰδομένη μύθοισι προσέννεπεν αἱμυλίοισιν:
ξεῖνε, τίη μίμνοντες ἐπὶ χρόνον ἔκτοθι πύργων
ἧσθ᾽ αὔτως; ἐπεὶ οὐ μὲν ὑπ᾽ ἀνδράσι ναίεται ἄστυ,
795ἀλλὰ Θρηικίης ἐπινάστιοι ἠπείροιο
πυροφόρους ἀρόωσι γύας. κακότητα δὲ πᾶσαν
ἐξερέω νημερτές, ἵν᾽ εὖ γνοίητε καὶ αὐτοί.
εὖτε Θόας ἀστοῖσι πατὴρ ἐμὸς ἐμβασίλευεν,
τηνίκα Θρηικίην, οἵ τ᾽ ἀντία ναιετάουσιν,
800δήμου ἀπορνύμενοι λαοὶ πέρθεσκον ἐπαύλους
ἐκ νηῶν, αὐτῇσι δ᾽ ἀπείρονα ληίδα κούραις
δεῦρ᾽ ἄγον: οὐλομένης δὲ θεᾶς πορσύνετο μῆτις
Κύπριδος, τέ σφιν θυμοφθόρον ἔμβαλεν ἄτην.
δὴ γὰρ κουριδίας μὲν ἀπέστυγον, ἐκ δὲ μελάθρων,
805 ματίῃ εἴξαντες, ἀπεσσεύοντο γυναῖκας:
αὐτὰρ ληιάδεσσι δορικτήταις παρίαυον,
σχέτλιοι. μὲν δηρὸν ἐτέτλαμεν, εἴ κέ ποτ᾽ αὖτις
ὀψὲ μεταστρέψωσι νόον: τὸ δὲ διπλόον αἰεὶ
πῆμα κακὸν προύβαινεν. ἀτιμάζοντο δὲ τέκνα
810γνήσι᾽ ἐνὶ μεγάροις, σκοτίη δ᾽ ἀνέτελλε γενέθλη.
αὔτως δ᾽ ἀδμῆτές τε κόραι, χῆραί τ᾽ ἐπὶ τῇσιν
μητέρες ἂμ πτολίεθρον ἀτημελέες ἀλάληντο.
οὐδὲ πατὴρ ὀλίγον περ ἑῆς ἀλέγιζε θυγατρός,
εἰ καὶ ἐν ὀφθαλμοῖσι δαϊζομένην ὁρόῳτο
815μητρυιῆς ὑπὸ χερσὶν ἀτασθάλου: οὐδ᾽ ἀπὸ μητρὸς
λώβην, ὡς τὸ πάροιθεν, ἀεικέα παῖδες ἄμυνον:
οὐδὲ κασιγνήτοισι κασιγνήτη μελε θυμῷ.
ἀλλ᾽ οἶαι κοῦραι ληίτιδες ἔν τε δόμοισιν
ἔν τε χοροῖς ἀγορῇ τε καὶ εἰλαπίνῃσι μέλοντο:
820εἰσόκε τις θεὸς ἄμμιν ὑπέρβιον ἔμβαλε θάρσος,
ἂψ ἀναερχομένους Θρῃκῶν ἄπο μηκέτι πύργοις
δέχθαι, ἵν᾽ φρονέοιεν ἅπερ θέμις, ἠέ πῃ ἄλλῃ
αὐταῖς ληιάδεσσιν ἀφορμηθέντες ἵκοιντο.
οἱ δ᾽ ἄρα θεσσάμενοι παίδων γένος, ὅσσον ἔλειπτο
825ἄρσεν ἀνὰ πτολίεθρον, ἔβαν πάλιν, ἔνθ᾽ ἔτι νῦν περ
Θρηικίης ἄροσιν χιονώδεα ναιετάουσιν.
τῶ ὑμεῖς στρωφᾶσθ᾽ ἐπιδήμιοι: εἰ δέ κεν αὖθι
ναιετάειν ἐθέλοις, καί τοι ἅδοι, τ᾽ ἂν ἔπειτα
πατρὸς ἐμεῖο Θόαντος ἔχοις γέρας: οὐδέ τί σ᾽ οἴω
830γαῖαν ὀνόσσεσθαι: περὶ γὰρ βαθυλήιος ἄλλων
νήσων, Αἰγαίῃ ὅσαι εἰν ἁλὶ ναιετάουσιν.
ἀλλ᾽ ἄγε νῦν ἐπὶ νῆα κιὼν ἑτάροισιν ἐνίσπες
μύθους ἡμετέρους, μηδ᾽ ἔκτοθι μίμνε πόληος.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: