1315 ‘τίπτε παρὲκ μεγάλοιο Διὸς μενεαίνετε βουλὴν
Αἰήτεω πτολίεθρον ἄγειν θρασὺν Ἡρακλῆα;
Ἄργεΐ οἱ μοῖρ᾽ ἐστὶν ἀτασθάλῳ Εὐρυσθῆι
ἐκπλῆσαι μογέοντα δυώδεκα πάντας ἀέθλους,
ναίειν δ᾽ ἀθανάτοισι συνέστιον, εἴ κ᾽ ἔτι παύρους
1320ἐξανύσῃ: τῶ μή τι ποθὴ κείνοιο πελέσθω.
αὔτως δ᾽ αὖ Πολύφημον ἐπὶ προχοῇσι Κίοιο
πέπρωται Μυσοῖσι περικλεὲς ἄστυ καμόντα
μοῖραν ἀναπλήσειν Χαλύβων ἐν ἀπείρονι γαίῃ.
αὐτὰρ Ὕλαν φιλότητι θεὰ ποιήσατο νύμφη
1325ὃν πόσιν, οἷό περ οὕνεκ᾽ ἀποπλαγχθέντες ἔλειφθεν.’
ἦ, καὶ κῦμ᾽ ἀλίαστον ἐφέσσατο νειόθι δύψας:
ἀμφὶ δέ οἱ δίνῃσι κυκώμενον ἄφρεεν ὕδωρ
πορφύρεον, κοίλην δὲ διὲξ ἁλὸς ἔκλυσε νῆα.
γήθησαν δ᾽ ἥρωες: ὁ δ᾽ ἐσσυμένως ἐβεβήκει
1330Αἰακίδης Τελαμὼν ἐς Ἰήσονα, χεῖρα δὲ χειρὶ
ἄκρην ἀμφιβαλὼν προσπτύξατο, φώνησέν τε:
‘Αἰσονίδη, μή μοί τι χολώσεαι, ἀφραδίῃσιν
εἴ τί περ ἀασάμην: πέρι γάρ μ᾽ ἄχος εἷλεν ἐνισπεῖν
μῦθον ὑπερφίαλόν τε καὶ ἄσχετον, ἀλλ᾽ ἀνέμοισιν
1335δώομεν ἀμπλακίην, ὡς καὶ πάρος εὐμενέοντες.’
τὸν δ᾽ αὖτ᾽ Αἴσονος υἱὸς ἐπιφραδέως προσέειπεν:
‘ὦ πέπον, ἦ μάλα δή με κακῷ ἐκυδάσσαο μύθῳ,
φὰς ἐνὶ τοῖσιν ἅπασιν ἐνηέος ἀνδρὸς ἀλείτην
ἔμμεναι. ἀλλ᾽ οὐ θήν τοι ἀδευκέα μῆνιν ἀέξω,
1340πρίν περ ἀνιηθείς: ἐπεὶ οὐ περὶ πώεσι μήλων,
οὐδὲ περὶ κτεάτεσσι χαλεψάμενος μενέηνας,
ἀλλ᾽ ἑτάρου περὶ φωτός. ἔολπα δέ τοι σὲ καὶ ἄλλῳ
ἀμφ᾽ ἐμεῦ, εἰ τοιόνδε πέλοι ποτέ, δηρίσασθαι.’
ἦ ῥα, καὶ ἀρθμηθέντες, ὅπῃ πάρος, ἑδριόωντο.
1345τὼ δὲ Διὸς βουλῇσιν, ὁ μὲν Μυσοῖσι βαλέσθαι
μέλλεν ἐπώνυμον ἄστυ πολισσάμενος ποταμοῖο
Εἰλατίδης Πολύφημος: ὁ δ᾽ Εὐρυσθῆος ἀέθλους
αὖτις ἰὼν πονέεσθαι. ἐπηπείλησε δὲ γαῖαν
Μυσίδ᾽ ἀναστήσειν αὐτοσχεδόν, ὁππότε μή οἱ
1350ἢ ζωοῦ εὕροιεν Ὕλα μόρον, ἠὲ θανόντος.
τοῖο δὲ ῥύσι᾽ ὄπασσαν ἀποκρίναντες ἀρίστους
υἱέας ἐκ δήμοιο, καὶ ὅρκια ποιήσαντο,
μήποτε μαστεύοντες ἀπολλήξειν καμάτοιο.
τούνεκεν εἰσέτι νῦν περ Ὕλαν ἐρέουσι Κιανοί,
1355κοῦρον Θειοδάμαντος, ἐυκτιμένης τε μέλονται
Τρηχῖνος. δὴ γάρ ῥα κατ᾽ αὐτόθι νάσσατο παῖδας,
οὕς οἱ ῥύσια κεῖθεν ἐπιπροέηκαν ἄγεσθαι.
Νηῦν δὲ πανημερίην ἄνεμος φέρε νυκτί τε πάσῃ
λάβρος ἐπιπνείων: ἀτὰρ οὐδ᾽ ἐπὶ τυτθὸν ἄητο
1360ἠοῦς τελλομένης, οἱ δὲ χθονὸς εἰσανέχουσαν
ἀκτὴν ἐκ κόλποιο μάλ᾽ εὐρεῖαν ἐσιδέσθαι
φρασσαμενοι, κώπῃσιν ἅμ᾽ ἠελίῳ ἐπέκελσαν