αὐτὰρ ἐπεί ῥα πόληος ἐυδμήτους λίπ᾽ ἀγυιάς,
ἀκτὴν δ᾽ ἵκανεν Παγασηίδα, τῇ μιν ἑταῖροι
δειδέχατ᾽, Ἀργῴῃ ἄμυδις παρὰ νηὶ μένοντες.
320στῆ δ᾽ ἄρ᾽ ἐπὶ προμολῇς: οἱ δ᾽ ἀντίοι ἠγερέθοντο.
ἐς δ᾽ ἐνόησαν Ἄκαστον ὁμῶς Ἄργον τε πόληος
νόσφι καταβλώσκοντας, ἐθάμβησαν δ᾽ ἐσιδόντες
πασσυδίῃ Πελίαο παρὲκ νόον ἰθύοντας.
δέρμα δ᾽ ὁ μὲν ταύροιο ποδηνεκὲς ἀμφέχετ᾽ ὤμους
325Ἄργος Ἀρεστορίδης λάχνῃ μέλαν: αὐτὰρ ὁ καλὴν
δίπλακα, τήν οἱ ὄπασσε κασιγνήτη Πελόπεια.
ἀλλ᾽ ἔμπης τὼ μέν τε διεξερέεσθαι ἕκαστα
ἔσχετο: τοὺς δ᾽ ἀγορήνδε συνεδριάασθαι ἄνωγεν.
αὐτοῦ δ᾽ ἰλλομένοις ἐπὶ λαίφεσιν, ἠδὲ καὶ ἱστῷ
330κεκλιμένῳ μάλα πάντες ἐπισχερὼ ἑδριόωντο.
τοῖσιν δ᾽ Αἴσονος υἱὸς ἐυφρονέων μετέειπεν:
‘ἄλλα μὲν ὅσσα τε νηὶ ἐφοπλίσσασθαι ἔοικεν
--πάντα γὰρ εὖ κατὰ κόσμον--ἐπαρτέα κεῖται ἰοῦσιν.
τῶ οὐκ ἂν δηναιὸν ἐχοίμεθα τοῖο ἕκητι
335ναυτιλίης, ὅτε μοῦνον ἐπιπνεύσουσιν ἀῆται.
ἀλλά, φίλοι,--ξυνὸς γὰρ ἐς Ἑλλάδα νόστος ὀπίσσω,
ξυναὶ δ᾽ ἄμμι πέλονται ἐς Αἰήταο κέλευθοι--
τούνεκα νῦν τὸν ἄριστον ἀφειδήσαντες ἕλεσθε
ὄρχαμον ἡμείων, ᾧ κεν τὰ ἕκαστα μέλοιτο,
340νείκεα συνθεσίας τε μετὰ ξείνοισι βαλέσθαι.’
ὧς φάτο: πάπτηναν δὲ νέοι θρασὺν Ἡρακλῆα
ἥμενον ἐν μέσσοισι: μιῇ δέ ἑ πάντες ἀυτῇ
σημαίνειν ἐπέτελλον: ὁ δ᾽ αὐτόθεν, ἔνθα περ ἧστο,
δεξιτερὴν ἀνὰ χεῖρα τανύσσατο φώνησέν τε:
345 ‘μήτις ἐμοὶ τόδε κῦδος ὀπαζέτω. οὐ γὰρ ἔγωγε
πείσομαι: ὥστε καὶ ἄλλον ἀναστήσεσθαι ἐρύξω.
αὐτός, ὅτις ξυνάγειρε, καὶ ἀρχεύοι ὁμάδοιο.’
ἦ ῥα μέγα φρονέων, ἐπὶ δ᾽ ᾔνεον, ὡς ἐκέλευεν
Ἡρακλέης: ἀνὰ δ᾽ αὐτὸς ἀρήιος ὤρνυτ᾽ Ἰήσων
350γηθόσυνος, καὶ τοῖα λιλαιομένοις ἀγόρευεν:
‘εἰ μὲν δή μοι κῦδος ἐπιτρωπᾶτε μέλεσθαι,
μηκέτ᾽ ἔπειθ᾽, ὡς καὶ πρίν, ἐρητύοιτο κέλευθα.
νῦν γε μὲν ἤδη Φοῖβον ἀρεσσάμενοι θυέεσσιν
δαῖτ᾽ ἐντυνώμεσθα παρασχεδόν. ὄφρα δ᾽ ἴωσιν
355δμῶες ἐμοὶ σταθμῶν σημάντορες, οἷσι μέμηλεν
δεῦρο βόας ἀγέληθεν ἐὺ κρίναντας ἐλάσσαι,
τόφρα κε νῆ᾽ ἐρύσαιμεν ἔσω ἁλός, ὅπλα δὲ πάντα
ἐνθέμενοι πεπάλαχθε κατὰ κληῖδας ἐρετμά.
τείως δ᾽ αὖ καὶ βωμὸν ἐπάκτιον Ἐμβασίοιο
360θείομεν Ἀπόλλωνος, ὅ μοι χρείων ὑπέδεκτο
σημανέειν δείξειν τε πόρους ἁλός, εἴ κε θυηλαῖς
οὗ ἕθεν ἐξάρχωμαι ἀεθλεύων βασιλῆι.’
η ῥα, καὶ εἰς ἔργον πρῶτος τράπεθ̓: οἱ δ᾽ ἐπανέσταν
πειθόμενοι: ἀπὸ δ᾽ εἵματ᾽ ἐπήτριμα νηήσαντο
365λείῳ ἐπὶ πλαταμῶνι, τὸν οὐκ ἐπέβαλλε θάλασσα
κύμασι, χειμερίη δὲ πάλαι ἀποέκλυσεν ἅλμη.
νῆα δ᾽ ἐπικρατέως Ἄργου ὑποθημοσύνῃσιν
ἔζωσαν πάμπρωτον ἐυστρεφεῖ ἔνδοθεν ὅπλῳ
τεινάμενοι ἑκάτερθεν, ἵν᾽ εὖ ἀραροίατο γόμφοις
370δούρατα καὶ ῥοθίοιο βίην ἔχοι ἀντιόωσαν.
σκάπτον δ᾽ αἶψα κατ᾽ εὖρος ὅσον περιβάλλετο χῶρον,
ἠδὲ κατὰ πρῴραν εἴσω ἁλὸς ὁσσάτιόν περ
ἑλκομένη χείρεσσιν ἐπιδραμέεσθαι ἔμελλεν.
αἰεὶ δὲ προτέρω χθαμαλώτερον ἐξελάχαινον
375στείρης, ἐν δ᾽ ὁλκῷ ξεστὰς στορέσαντο φάλαγγας:
τὴν δὲ κατάντη κλῖναν ἐπὶ πρώτῃσι φάλαγξιν,
ὥς κεν ὀλισθαίνουσα δι᾽ αὐτάων φορέοιτο.
ὕψι δ᾽ ἄρ᾽ ἔνθα καὶ ἔνθα μεταστρέψαντες ἐρετμὰ
πήχυιον προύχοντα περὶ σκαλμοῖσιν ἔδησαν.
380τῶν δ᾽ ἐναμοιβαδὶς αὐτοὶ ἐνέσταθεν ἀμφοτέρωθεν,
στέρνα θ᾽ ὁμοῦ καὶ χεῖρας ἐπήλασαν. ἐν δ᾽ ἄρα Τῖφυς
βήσαθ᾽, ἵν᾽ ὀτρύνειε νέους κατὰ καιρὸν ἐρύσσαι:
κεκλόμενος δ᾽ ἤυσε μάλα μέγα: τοὶ δὲ παρᾶσσον
ᾧ κράτεϊ βρίσαντες ἰῇ στυφέλιξαν ἐρωῇ
385νειόθεν ἐξ ἕδρης, ἐπὶ δ᾽ ἐρρώσαντο πόδεσσιν
προπροβιαζόμενοι: ἡ δ᾽ ἕσπετο Πηλιὰς Ἀργὼ
ῥίμφα μάλ᾽: οἱ δ᾽ ἑκάτερθεν ἐπίαχον ἀίσσοντες.
αἱ δ᾽ ἄρ᾽ ὑπὸ τρόπιδι στιβαρῇ στενάχοντο φάλαγγες
τριβόμεναι περὶ δέ σφιν ἀιδνὴ κήκιε λιγνὺς
390βριθοσύνῃ, κατόλισθε δ᾽ ἔσω ἁλός: οἱ δέ μιν αὖθι
ἂψ ἀνασειράζοντες ἔχον προτέρωσε κιοῦσαν.
σκαλμοῖς δ᾽ ἀμφὶς ἐρετμὰ κατήρτυον: ἐν δέ οἱ ἱστὸν
λαίφεά τ᾽ εὐποίητα καὶ ἁρμαλιὴν ἐβάλοντο.