σὺν δὲ Περικλύμενος Νηλήιος ὦρτο νέεσθαι,
πρεσβύτατος παίδων, ὅσσοι Πύλῳ ἐξεγένοντο
Νηλῆος θείοιο: Ποσειδάων δέ οἱ ἀλκὴν
δῶκεν ἀπειρεσίην ἠδ᾽ ὅττι κεν ἀρήσαιτο
160μαρνάμενος, τὸ πέλεσθαι ἐνὶ ξυνοχῇ πολέμοιο.
καὶ μὴν Ἀμφιδάμας Κηφεύς τ᾽ ἴσαν Ἀρκαδίηθεν,
οἳ Τεγέην καὶ κλῆρον Ἀφειδάντειον ἔναιον,
υἷε δύω Ἀλεοῦ: τρίτατός γε μὲν ἕσπετ᾽ ἰοῦσιν
Ἀγκαῖος, τὸν μέν ῥα πατὴρ Λυκόοργος ἔπεμπεν,
165τῶν ἄμφω γνωτὸς προγενέστερος. ἀλλ᾽ ὁ μὲν ἤδη
γηράσκοντ᾽ Ἀλεὸν λίπετ᾽ ἂμ πόλιν ὄφρα κομίζοι,
παῖδα δ᾽ ἑὸν σφετέροισι κασιγνήτοισιν ὄπασσεν.
βῆ δ᾽ ὅγε Μαιναλίης ἄρκτου δέρος, ἀμφίτομόν τε
δεξιτερῇ πάλλων πέλεκυν μέγαν. ἔντεα γάρ οἱ
170πατροπάτωρ Ἀλεὸς μυχάτῃ ἐνέκρυψε καλιῇ,
αἴ κέν πως ἔτι καὶ τὸν ἐρητύσειε νέεσθαι.
βῆ δὲ καὶ Αὐγείης, ὃν δὴ φάτις Ἠελίοιο
ἔμμεναι: Ἠλείοισι δ᾽ ὅγ᾽ ἀνδράσιν ἐμβασίλευεν,
ὄλβῳ κυδιόων: μέγα δ᾽ ἵετο Κολχίδα γαῖαν
175αὐτόν̣̣τ᾽ Αἰήτην ἰδέειν σημάντορα Κόλχων.
Ἀστέριος δὲ καὶ Ἀμφίων Ὑπερασίου υἷες
Πελλήνης ἀφίκανον Ἀχαιίδος, ἥν ποτε Πέλλης
πατροπάτωρ ἐπόλισσεν ἐπ᾽ ὀφρύσιν Αἰγιαλοῖο.
Ταίναρον αὖτ᾽ ἐπὶ τοῖσι λιπὼν Εὔφημος ἵκανεν,
180τόν ῥα Ποσειδάωνι ποδωκηέστατον ἄλλων
Εὐρώπη Υιτυοῖο μεγασθενέος τέκε κούρη.
κεῖνος ἀνὴρ καὶ πόντου ἐπὶ γλαυκοῖο θέεσκεν
οἴδματος, οὐδὲ θοοὺς βάπτεν πόδας, ἀλλ᾽ ὅσον ἄκροις
ἴχνεσι τεγγόμενος διερῇ πεφόρητο κελεύθῳ.
185 καὶ δ᾽ ἄλλω δύο παῖδε Ποσειδάωνος ἵκοντο:
ἤτοι ὁ μὲν πτολίεθρον ἀγαυοῦ Μιλήτοιο
νοσφισθεὶς Ἐργῖνος, ὁ δ᾽ Ἰμβρασίης ἕδος Ἥρης,
παρθενίην, Ἀγκαῖος ὑπέρβιος: ἴστορε δ᾽ ἄμφω
ἠμὲν ναυτιλίης ἠδ᾽ ἄρεος εὐχετόωντο.
190 Οἰνεΐδης δ᾽ ἐπὶ τοῖσιν ἀφορμηθεὶς Καλυδῶνος
ἀλκήεις Μελέαγρος ἀνήλυθε, Λαοκόων τε,
Λαοκόων Οἰνῆος ἀδελφεός, οὐ μὲν ἰῆς γε
μητέρος: ἀλλά ἑ θῆσσα γυνὴ τέκε: τὸν μὲν ἄρ᾽ Οἰνεὺς
ἤδη γηραλέον κοσμήτορα παιδὸς ἴαλλεν:
195ὧδ᾽ ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλον
ἡρώων. τοῦ δ᾽ οὔτιν᾽ ὑπέρτερον ἄλλον ὀίω,
νόσφιν γ᾽ Ἡρακλῆος, ἐπελθέμεν, εἴ κ᾽ ἔτι μοῦνον
αὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσιν.
καὶ μήν οἱ μήτρως αὐτὴν ὁδόν, εὖ μὲν ἄκοντι,
200εὖ δὲ καὶ ἐν σταδίῃ δεδαημένος ἀντιφέρεσθαι,
Θεστιάδης Ἴφικλος ἐφωμάρτησε κιόντι.
σὺν δὲ Παλαιμόνιος Λέρνου πάις Ὠλενίοιο,
Λέρνου ἐπίκλησιν, γενεήν γε μὲν Ἡφαίστοιο:
τούνεκ᾽ ἔην πόδα σιφλός: ἀτὰρ δέμας οὔ κέ τις ἔτλη
205ἠνορέην τ᾽ ὀνόσασθαι, ὃ καὶ μεταρίθμιος ἦεν
πᾶσιν ἀριστήεσσιν, Ἰήσονι κῦδος ἀέξων.