ἔνθ᾽ ἔρις ἄνδρα ἕκαστον ἀριστήων ὀρόθυνεν,
ὅστις ἀπολλήξειε πανύστατος. ἀμφὶ γὰρ αἰθὴρ
1155νήνεμος ἐστόρεσεν δίνας, κατὰ δ᾽ εὔνασε πόντον.
οἱ δὲ γαληναίῃ πίσυνοι ἐλάασκον ἐπιπρὸ
νῆα βίῃ: ̣̣ δ᾽ οὔ κε διὲξ ἁλὸς ἀίσσουσαν
οὐδὲ Ποσειδάωνος ἀελλόποδες κίχον ἵπποι.
ἔμπης δ᾽ ἐγρομένοιο σάλου ζαχρηεσιν αὔραις,
1160αἳ νέον ἐκ ποταμῶν ὑπὸ δείελον ἠερέθονται,
τειρόμενοι καὶ δὴ μετελώφεον: αὐτὰρ ὁ τούσγε
πασσυδίῃ μογέοντας ἐφέλκετο κάρτεϊ χειρῶν
Ἡρακλέης, ἐτίνασσε δ᾽ ἀρη̣̣ότα δούρατα νηός.
ἀλλ᾽ ὅτε δὴ Μυσῶν λελιημένοι ἠπείροιο
1165Ῥυνδακίδας προχοὰς μέγα τ᾽ ἠρίον Λἰγαίωνος
τυτθὸν ὑπὲκ Φρυγίης παρεμέτρεον εἰσορόωντες,
δὴ τότ᾽ ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκοὺς
μεσσόθεν ἆξεν ἐρετμόν. ἀτὰρ τρύφος ἄλλο μὲν αὐτὸς
ἄμφω χερσὶν ἔχων πέσε δόχμιος, ἄλλο δὲ πόντος
1170κλύζε παλιρροθίοισι φέρων. ἀνὰ δ᾽ ἕζετο σιγῇ
παπταίνων: χεῖρες γὰρ ἀήθεον ἠρεμέουσαι.
ἦμος δ᾽ ἀγρόθεν εἶσι φυτοσκάφος ἤ τις ἀροτρεὺς
ἀσπασίως εἰς αὖλιν ἑήν, δόρποιο χατίζων,
αὐτοῦ δ᾽ ἐν προμολῇ τετρυμένα γούνατ᾽ ἔκαμψεν
1175αὐσταλέος κονίῃσι, περιτριβέας δέ τε χεῖρας
εἰσορόων κακὰ πολλὰ ἑῇ ἠρήσατο γαστρί:
τῆμος ἄρ᾽ οἵγ᾽ ἀφίκοντο Κιανίδος ἤθεα γαίης
ἀμφ᾽ Ἀργανθώνειον ὄρος προχοάς τε Κίοιο.
τοὺς μὲν ἐυξείνως Μυσοὶ φιλότητι κιόντας
1180δειδέχατ᾽, ἐνναέται κείνης χθονός, ἤιά τέ σφιν
μῆλά τε δευομένοις μέθυ τ᾽ ἄσπετον ἐγγυάλιξαν.
ἔνθα δ᾽ ἔπειθ᾽ οἱ μὲν ξύλα κάγκανα, τοὶ δὲ λεχαίην
φυλλάδα λειμώνων φέρον ἄσπετον ἀμήσαντες,
στόρνυσθαι: τοὶ δ᾽ ἀμφὶ πυρήια δινεύεσκον:
1185οἱ δ᾽ οἶνον κρητῆρσι κέρων, πονέοντο τε δαῖτα,
Ἐκβασίῳ ῥέξαντες ὑπὸ κνέφας Ἀπόλλωνι.
αὐτὰρ ὁ δαίνυσθαι ἑτάροις οἷς εὖ ἐπιτείλας
βῆ ῤ̔ ἴμεν εἰς ὕλην υἱὸς Διός, ὥς κεν ἐρετμὸν
οἷ αὐτῷ φθαίη καταχείριον ἐντύνασθαι.
1190εὗρεν ἔπειτ᾽ ἐλάτην ἀλαλήμενος, οὔτε τι πολλοῖς
ἀχθομένην ὄζοις, οὐδὲ μέγα τηλεθόωσαν,
ἀλλ᾽ οἷον ταναῆς ἔρνος πέλει αἰγείροιο:
τόσση ὁμῶς μῆκός τε καὶ ἐς πάχος ἦεν ἰδέσθαι.
ῥίμφα δ᾽ ὀιστοδόκην μὲν ἐπὶ χθονὶ θῆκε φαρέτρην
1195αὐτοῖσιν τόξοισιν, ἔδυ δ᾽ ἀπὸ δέρμα λέοντος.
τὴν δ᾽ ὅγε χαλκοβαρεῖ ῥοπάλῳ δαπέδοιο τινάξας
νειόθεν ἀμφοτέρῃσι περὶ στύπος ἔλλαβε χερσίν,
ἠνορέῃ πίσυνος: ἐν δὲ πλατὺν ὦμον ἔρεισεν
εὖ διαβάς: πεδόθεν δὲ βαθύρριζόν περ ἐοῦσαν
1200προσφὺς ἐξήειρε σὺν αὐτοῖς ἔχμασι γαίης.
ὡς δ᾽ ὅταν ἀπροφάτως ἱστόν νεός, εὖτε μάλιστα
χειμερίη ὀλοοῖο δύσις πέλει Ὠρίωνος,
ὑψόθεν ἐμπλήξασα θοὴ ἀνέμοιο κατάιξ
αὐτοῖσι σφήνεσσιν ὑπὲκ προτόνων ἐρύσηται:
1205ὧς ὅγε τὴν ἤειρεν. ὁμοῦ δ᾽ ἀνὰ τόξα καὶ ἰοὺς
δέρμα θ᾽ ἑλὼν ῥόπαλόν τε παλίσσυτος ὦρτο νέεσθαι.