δὲ θώρακα Ἀττικόν, τὸ δὲ κράνος Βοιωτουργές, τὸν δὲ ἵππον Ἐπιδαύριον. φιλοκάλου δὲ ἔγωγε ἂν φαίην εἶναι ἀνδρὸς τὰ τοιαῦτα καὶ ἀξιοῦντος ἑαυτὸν τῶν καλῶν. ὁ Αεωνίδης ὁ Λακεδαιμόνιος καὶ οἱ σὺν αὐτῷ τριακόσιοι τὸν μαντευόμενον αὐτοῖς θάνατον εἵλοντο ἐν Πύλαις, καὶ ὑπὲρ τῆς Ἑλλάδος εὖ καὶ καλῶς ἀγωνισάμενοι τέλους ἔτυχον εὐκλεοῦς, καὶ δόξαν ἑαυτοῖς ἀθάνατον ἀπέλιπον καὶ φήμην ἀγαθὴν δι᾽ αἰῶνος. [p. 53]