Ζαλεύκου τοῦ Λοκροῦ πολλοὶ μέν εἰσι καὶ ἄλλοι νόμοι κάλλιστα καὶ ἐς δέον κείμενοι, καὶ οὗτος δὲ οὐχ [p. 34] ἥκιστα. εἴ τις Λοκρῶν τῶν Ἐπιζεφυρίων νοσῶν ἔπιεν οἶνον ἄκρατον, μὴ προστάξαντος τοῦ θεραπεύοντος, εἰ καὶ περιεσώθη, θάνατος ἡ ζημία ἦν αὐτῷ, ὅτι μὴ προσταχθὲν αὐτῷ ὃ δὲ ἔπιεν.