λέγει Κριτίας Θεμιστοκλέα τὸν Νεοκλέους πρὶν [p. 112] ἢ ἄρξασθαι πολιτεύεσθαι, τρία τάλαντα ἔχειν τὴν οὐσίαν τὴν πατρῴαν: ἐπεὶ δὲ τῶν κοινῶν προέστη εἶτα ἔφυγε, καὶ ἐδημεύθη αὐτοῦ ἡ οὐσία, κατεφωράθη ἑκατὸν ταλάντων πλείω οὐσίαν ἔχων. ὁμοίως δὲ καὶ Κλέωνα πρὸ τοῦ παρελθεῖν ἐπὶ τὰ κοινὰ μηδὲν τῶν οἰκείων ἐλεύθερον εἶναι: μετὰ δὲ πεντήκοντα ταλάντων τὸν οἶκον ἀπέλιπε.