Labels

Sunday, March 28, 2021

Β᾽Κυριακὴ Νηστειῶν

 (Μάρκ. 2,1-12)

Τῷ καιρῷ ἐκείνω, εἰσῆλθεν ὁ Ἰησοῦς 

1. εἰς Καπερναοὺμ· καὶ ἠκούσθη ὅτι εἰς οἴκόν ἐστι. 

2. καὶ εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. 

3. καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων· 

4. καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον, ἐφ’ ᾧ ὁ παραλυτικὸς κατέκειτο. 

5. ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.

6. ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν·

7. τί οὗτος οὕτω λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός; 

8. καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν αὐτοῖς· τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 

9. τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; 

10. ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας –λέγει τῷ παραλυτικῷ·

11. σοὶ λέγω, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 

12. καὶ ἠγέρθη εὐθέως, καὶ ἄρας τὸν κράβαττον ἐξῆλθεν ἐναντίον πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεὸν λέγοντας ὅτι οὐδέποτε οὕτως εἴδομεν.


https://aerapatera.wordpress.com/2021/03/28/β᾽κυριακὴ-νηστειῶν/

Thursday, March 25, 2021

Λόγος εἰς τὸν Εὐαγγελισμὸ τῆς Θεοτόκου Ἅγιος Λουκᾶς Κριμαίας

 

Ευαγγελισμός Τεμπλου μικρή

Τρία σημαντικότατα γεγονότα στὴν ἱστορία τοῦ κόσμου ἑορτάζει σήμερα ἡ Ἐκκλησία μας.

To πρῶτο εἶναι ὁ Εὐαγγελισμὸς τῆς Θεοτόκου, τὸν ὁποῖο ἑορτάζουμε σήμερα μὲ χαρὰ καὶ ἀγάπη, ἀλλὰ καὶ μὲ δέος ἐνώπιόν του μεγαλείου του γεγονότος αὐτοῦ, τὸ ὁποῖο ὀνομάζεται «κεφάλαιον» (δηλαδὴ ἀρχὴ) τῆς σωτηρίας μας.

Ἐννέα μῆνες μετὰ τὸν Εὐαγγελισμὸ πραγματοποιήθηκε καὶ τὸ δεύτερο ἀπὸ τὰ σημαντικότερα γεγονότα, ἡ κατὰ σάρκα Γέννηση τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Κορυφὴ καὶ ὁλοκλήρωση τῆς σωτηρίας μας θὰ εἶναι ἡ ἀνάσταση τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ ἀπὸ ἕνα φρικτὸ θάνατο πάνω στὸ Σταυρό.

Ὄχι μόνο μία φορὰ ἀλλὰ πολλὲς φορὲς φανερώθηκαν στοὺς ἁγίους ἄγγελοι. Ἔξι μῆνες πρὶν τὸν Εὐαγγελισμὸ τῆς Παναγίας Παρθένου Μαρίας στάλθηκε ὁ ἀρχάγγελος Γαβριὴλ στὸν ἱερέα Ζαχαρία, ὁ ὁποῖος ὑπηρετοῦσε στὸ ναό, γιὰ νὰ τοῦ ἀναγγείλει, ὅτι ἀπ’ αὐτὸν θὰ γεννηθεῖ ὁ μεγαλύτερος μεταξὺ τῶν ἀνθρώπων, ὁ Πρόδρομος τοῦ Κυρίου ὁ Ἰωάννης. Καὶ σήμερα ὁ ἴδιος φέρνει τὸ χαρμόσυνο ἄγγελμα στὴν Ὑπεραγία καὶ ἄχραντο Παρθένο Μαρία, ἡ ὁποία ζοῦσε στὸ ταπεινὸ φτωχόσπιτο τοῦ ξυλουργοῦ Ἰωσήφ.

Ὁ διάλογός του μὲ τὴν Παναγία εἶναι τόσο ἅγιος καὶ μεγαλειώδης ποὺ δὲν τολμῶ νὰ τὸν περιγράψω μὲ δικά μου λόγια ἀλλὰ πρέπει νὰ τὸν ἐπαναλάβω μὲ Εὐαγγελικὰ λόγια.

Ὅταν μπῆκε ὁ ἀρχάγγελος στὸ ὑπερῶο, εἶπε:

«Χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν. ἡ δὲ ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν. οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον ᾿Ιακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ῞Αγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς Θεοῦ. καὶ ἰδοὺ ᾿Ελισάβετ ἡ συγγενής σου καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ·  ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ρῆμα. εἶπε δὲ Μαριάμ· ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ρῆμά σου. καὶ ἀπῆλθεν ἀπ᾿ αὐτῆς ὁ ἄγγελος.» (Λουκ. 1, 28-38).

Σᾶς ἔχω πεῖ πολλὰ τὰ προηγούμενα χρόνια γι’ αὐτὸν τὸ μοναδικὸ στὴν Ἱστορία τοῦ κόσμου διάλογο. Ἀλλὰ τώρα θὰ σταθῶ στὰ λόγια τοῦ Ἀρχαγγέλου:

«Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς Θεοῦ».

Κανεὶς ποτέ, ἀπὸ τὴ δημιουργία τοῦ κόσμου καὶ μέχρι τὴ συντέλειά του, δὲν γεννήθηκε καὶ δὲν θὰ γεννηθεῖ κατὰ τὸν τρόπο, κατὰ τὸν ὁποῖο γεννήθηκε ὁ Θεάνθρωπος Ἰησοῦς Χριστός. Κανεὶς ποτὲ δὲ γεννήθηκε χωρὶς ἄνδρα. Κανεὶς δὲ γεννήθηκε καὶ δὲν θὰ γεννηθεῖ μὲ τὴν ἐπέλευση τοῦ Ἁγίου Πνεύματος. Σὲ κανέναν ποτὲ δὲν κατοίκησε τὸ Ἅγιο Πνεῦμα μὲ τέτοια ὁλοκληρωμένη πληρότητα, μὲ τὴν ὁποία ἐγκατοίκησε στὴν Παναγία Παρθένο Μαρία. Κανέναν δὲν ἐπισκίασε ἡ δύναμη τοῦ Ὑψίστου καὶ τὰ μητρικὰ σπλάγχνα καμμίας γυναίκας δὲν ἁγίασε, μὲ τέτοια πληρότητα καὶ δύναμη, ὅπως τὰ σπλάγχνα τῆς Ὑπεραγίας Παρθένου Μαρίας.

Κρατῆστε βαθειὰ στὴν καρδιά σας, αὐτὸ ποὺ σᾶς λέω γιὰ τὴν πλήρη ἑνότητα τοῦ Πνεύματος τοῦ Θεοῦ καὶ τῆς ἀνθρώπινης οὐσίας τῆς Μαρίας.

Ἡ ψυχὴ καὶ τὸ πνεῦμα τοῦ ἄνθρωπου ἔχουν τὴν ἀρχή τους στὸ Πνεῦμα τοῦ Θεοῦ. To δεύτερο κεφάλαιο τῆς Παλαιᾶς Διαθήκης λέει, ὅτι ἔπλασε ὁ Θεὸς τὸν πρῶτο ἄνθρωπο, τὸν Ἀδάμ, «χοῦν ἀπὸ τῆς γῆς καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς» (Γέν. 2, 7).

Μὲ τὸ Πνεῦμα τοῦ Θεοῦ μόνο τὸ πνεῦμα τοῦ ἀνθρώπου εἶναι δυνατὸν νὰ κοινωνεῖ, ἐφόσον ἀπὸ Ἐκείνον προέρχεται, ὅπως συμβαίνει καὶ στὴν φύση, συγγενῆ δηλαδὴ μεταξύ τους πράγματα νὰ ἔχουν πραγματικὴ ἐπικοινωνία.

Τὴν δυνατότητα τῆς ἀληθινῆς κοινωνίας μὲ τὸν Θεὸ τὴν διδαχθήκαμε ἀπὸ τὸν ἴδιο τὸν Κύριό μας Ἰησοῦ Χριστό, ὁ ὁποῖος λέει:

«ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν (Ἰω. 14, 23).

Ἀλλὰ καὶ ὁ ἀπόστολος Παῦλος μὲ κάποια ἔκπληξη ρωτάει τοὺς χριστιανοὺς τῆς Κορίνθου: «Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;» (Α’ Κορ. 3, 16).

Ἀπὸ τοὺς βίους τῶν ἁγίων γνωρίζουμε γιὰ μιὰ πραγματικὴ κοινωνία μὲ τὸν Θεό, ποὺ εἶχαν στὴ ζωὴ τοὺς οἱ ἅγιοι τοῦ Θεοῦ. Γνωρίζουμε ὅτι αὐτοὶ ὑπῆρξαν κατοικοιτήρια τοῦ Πνεύματος τοῦ Θεοῦ. Ἀλλὰ ἀκόμα καὶ αὐτὴ ἡ βαθειὰ κοινωνία τους μὲ τὸ Θεὸ δὲν μπορεῖ νὰ συγκριθεῖ μ’ ἐκείνη τὴν εὐλογημένη κατάσταση, ἡ ὁποία ὑπερβαίνει ἀκόμα καὶ τὴν κατάσταση τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων, στὴν ὅποια βρέθηκε ἡ Ὑπεραγία Παρθένος Μαρία μετὰ τὴν ἐπέλευση τοῦ Ἁγίου Πνεύματος.

Αὐτὸ δὲν μπόρεσε, ἡ καλύτερα, δὲν ἤθελε νὰ ἀντιληφθεῖ ὁ κακότυχος ἐκεῖνος αἱρετικὸς Νεστόριος, ὁ ὁποῖος ἰσχυριζόταν ὅτι ἡ Ὑπεραγία Θεοτόκος γέννησε ἕναν κοινὸ ἄνθρωπο Ἰησοῦ Χριστό, μὲ τὸν ὁποῖο ἀργότερα ἑνώθηκε ὁ Θεός, γι’ αὐτὸ καὶ τὴν Ὑπεραγία Παρθένο Μαρία τὴν ὀνόμαζε Χριστοτόκο καὶ ὄχι Θεοτόκο.

Ἄν, ἔστω καὶ ἐλάχιστο, δίκαιο εἶχε ὁ Νεστόριος, τότε ὁ Κύριός μας Ἰησοῦς Χριστὸς θὰ ἦταν ὄχι ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεάνθρωπος ἀλλὰ ἕνας ἀπὸ τοὺς πολλοὺς μεγάλους ἁγίους, οἱ ὁποῖοι ὀνομάζονται ἀληθινοὶ ναοὶ καὶ μονὲς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ γιὰ τὴν ἀπέραντη ἀγάπη τους στὸν Θεὸ καὶ τὴν τέλεια ἐφαρμογὴ στὴ ζωὴ τους τῶν ἐντολῶν τοῦ Χριστοῦ. Ὅπως βλέπετε ὁ Νεστόριος δικαίως ἀναθεματίστηκε ἀπὸ τὴν Τρίτη Οἰκουμενικὴ Σύνοδο.

Σ’ αὐτὸ τὸ σημεῖο θὰ μποροῦσα νὰ τελειώσω τὸν ἐγκωμιαστικό μου λόγο πρὸς τιμὴν τῆς μεγάλης αὐτῆς ἑορτῆς τοῦ Εὐαγγελισμοῦ τῆς Θεοτόκου. Ὅμως δὲν θέλω νὰ προσπεράσω τὰ λόγια ἐκεῖνα τοῦ Ἀρχαγγέλου Γαβριήλ, τὰ ὁποῖα μπαίνουν σὲ κάθε καθαρὴ καρδιά:

«Χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετά σοῦ».

Ὅλοι ἐσεῖς, ποὺ εἶστε ὁμόψυχοι μὲ μένα, πέστε μου, μπορεῖ νὰ ὑπάρχει ἀνώτερη καὶ καθαρότερη χαρὰ ἀπὸ αὐτή, ποὺ δίνει ἡ αἴσθηση ὅτι μαζί μας εἶναι ὁ Κύριος! Ὅτι μᾶς ἀγαπᾶ, ἐπειδὴ φυλάσσουμε τὶς ἐντολές Του καὶ ὅτι θὰ ἔλθει μαζὶ μὲ τὸν Ἀναρχο Πατέρα Του καὶ θὰ κατοικήσει μαζί μας!

Τῆς ἀνώτατης αὐτῆς εὐτυχίας καὶ χαρᾶς νὰ μᾶς ἀξιώσει ὁ Κύριος καὶ Θεὸς μας Ἰησοῦς Χριστὸς διὰ πρεσβειῶν τῆς Ὑπεραγίας καὶ Ἀχράντου Παρθένου Μαρίας! Ἀμήν.



https://aerapatera.wordpress.com/2021/03/24/λόγος-εἰς-τὸν-εὐαγγελισμὸ-τῆς-θεοτό/

Sunday, March 21, 2021

Α᾽Κυριακὴ Νηστειῶν (Ὀρθοδοξὶας)

 (Ιωάν. 1,44-52)

Τῷ καιρῷ ἐκείνω, ἠθέλησεν ὁ Ἰησοῦς 

44. ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. 

45. ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.

46. εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. 

47. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. 

48. εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. 

49. λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 

50. ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ· Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 

51. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ. 

52. καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.



https://aerapatera.wordpress.com/2021/03/21/α᾽κυριακὴ-νηστειῶν-ὀρθοδοξὶας-3/

Sunday, March 14, 2021

Κυριακὴ τῆς Τυρινῆς

(Ματθ. 6,14-21)

Εἶπεν ὁ Κύριος· 

14. Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· 

15. ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν. 16. Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. 

17. σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι, 

18. ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. 

19. Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· 

20. θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· 

21. ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.


https://aerapatera.wordpress.com/2021/03/14/κυριακὴ-τῆς-τυρινῆς-7/

Sunday, March 7, 2021

Κυριακὴ τῶν Ἀπὸκρεῳ

 (Ματθ. 25,31-46)

Εἶπεν ὁ Κύριος· 

31. ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, 

32. καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, 

33. καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 

34. τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. 

35. ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ ἐποτίσατέ με, ξένος ἤμην, καὶ συνηγάγετέ με, 

36. γυμνός, καὶ περιεβάλετέ με, ἠσθένησα, καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. 

37. τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; 

38. πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; 

39. πότε δέ σε εἴδομεν ἀσθενῇ ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρός σε; 

40. καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. 

41. τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. 

42. ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με, 

43. ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με, γυμνός, καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. 

44. τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι; 

45. τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.

46. καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.



https://aerapatera.wordpress.com/2021/03/07/κυριακὴ-τῶν-ἀπὸκρεῳ-3/