ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

Παρασκευή 17 Ιουνίου 2016

12 Δεκέμβριος Αγιολόγιον - Εορτολόγιον

0 σχόλια


ΔΕΚΕΜΒΡΙΟΣ 

Ἁγιολόγιον - Δεκέµβριος 1



     Ὁ Προφήτης Ναούµ

     Ὁ Ὅσιος Ἀντώνιος ὁ Νέος

     Ὁ Ἅγιος Ὀνήσιµος Ἀρχιεπίσκοπος Ἐφέσου

     Ὁ Ἅγιος Φιλάρετος ὁ Ἐλεήµων

     Ὁ Ἅγιος Ἀνανίας ὁ Πέρσης

     Οἱ Ἅγιοι Ἀνανίας καὶ Σολόχων Ἀρχιεπίσκοποι Ἐφέσου

     Ἐγκαίνια Ναοῦ Ἁγίου Τρύφωνος

     Ὁ Ἅγιος Θεόκλητος Ἀρχιεπίσκοπος Λακεδαιµόνιας



Read More ->>

1. Ιανουάριος Αγιολόγιον - Εορτολόγιον

0 σχόλια

megas

ΙΑΝΟΥΑΡΙΟΣ

Ἁγιολόγιον - Ἰανουάριος - 01



     Ἡ Περιτοµὴ τοῦ Χριστοῦ

     Ὁ Μέγας Βασίλειος

     Ὁ Ἅγιος Θεόδοτος

     Ὁ Ἅγιος Γρηγόριος ἐπίσκοπος Ναζιανζοῦ πατέρας τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου

     Ὁ Ὅσιος Θεοδόσιος ἡγούµενος Τριγλίας

     Ὁ Ἅγιος Πέτρος ὁ Πελοποννήσιος
 

Ἡ Περιτοµὴ τοῦ Χριστοῦ



Ὁ Μωσαϊκὸς νόµος διέταζε τὴν περιτοµὴ τῶν ἀρσενικῶν παιδιῶν (Ἐξοδ. ΙΒ΄ 43-49), (Γεν. ΙΖ΄ 9-19), ἡ ὁποία γινόταν κατὰ τὴν ὀγδόη ἡµέρα ἀπὸ αὐτὴ τῆς γεννήσεως τοῦ παιδιοῦ (Λευϊτ. ΙΓ΄ 3). Ἡ τελετὴ αὐτὴ ἐλάµβανε χώρα µέσα σὲ κτίριο τῆς Συναγωγῆς, τὸ πρωί, παρουσία δέκα τουλάχιστον προσώπων.Ἔτσι καὶ ἡ περιτοµὴ τοῦ βρέφους Ἰησοῦ ἔγινε στὴ Συναγωγὴ τῆς Βηθλεέµ. Ἡ χειροποίητος αὐτὴ περιτοµὴ στὸ σῶµα ἦταν τύπος, ποὺ συµβόλιζε τὴν περιτοµὴ τῆς καρδιᾶς, ἐνεργούµενης ἀπ᾿ εὐθείας ὑπὸ τοῦ Θεοῦ (Δευτ. Γ16, Λ΄6).
Read More ->>

2.Φεβρουάριος Αγιολόγιον - Εορτολόγιον

0 σχόλια

theotokos
ΦΕΒΡΟΥΑΡΙΟΣ

Ἁγιολόγιον - Φεβρουάριος 01



     Ὁ Ἅγιος Τρύφων καὶ προεόρτια τῆς Ὑπαπαντῆς

     Ὁ Ὅσιος Πέτρος ὁ ἐν Γαλατίᾳ

     Ὁ Ὅσιος Βενδιµιανός (ἢ Βενδεδιανός)

     Ὁ Ὅσιος Βασίλειος ὁ Ὁµολογητής

     Ὁ Ὅσιος Τιµόθεος ὁ Ὁµολογητής

     Ὁ Ἅγιος Θείων καὶ Δύο Παιδιά

     Ὁ Ἅγιος Καρίων

     Ἡ Ἁγία Περπετούα καὶ οἱ σὺν αὐτῇ Σάτυρος, Ῥευκᾶτος, Σατορνῖλος, Σεκούνδος καὶ Φηλικιτάτη

     Ἐγκαίνια (Ναοῦ) Σωτῆρος Χριστοῦ ἐν Ἀρµουλάδῃ (ἢ Ἀρµολάδη)

     Ὁ Ἅγιος Ἀναστάσιος ἐκ Ναυπλίου

     Ἡ Ἁγία Bridgit (Βρεταννίδα)
Read More ->>

3. Μάρτιος Αγιολόγιον - Εορτολόγιον

0 σχόλια

askitis

ΜΑΡΤΙΟΣ

Ἁγιολόγιον - Μάρτιος 01



     Ἡ Ἁγία Εὐδοκία ἡ ἀπὸ Σαµαρειτῶν, Ὁσιοµάρτυς

     Ἡ Ὁσία Δοµνίνα ἡ Νέα

     Ἡ Ἁγία Ἀντωνίνα

     Οἱ Ἅγιοι Μάρκελλος καὶ Ἀντώνιος

     Οἱ Ἅγιοι Σίλβεστρος καὶ Σωφρόνιος

     Ὁ Ἅγιος Νεστοριανός

     Οἱ Ἅγιοι Χαρίσιος, Νικηφόρος καὶ Ἀγάπιος

     Ὁ Ἅγιος Σίλβεστρος Πατριάρχης

     Ὁ Ὅσιος Ἀγάπιος καὶ ὁ Ὅσιος Εὐδόκιµος

     Ὁ Ἅγιος Παρασκευὰς ὁ Τραπεζούντιος, νεοµάρτυρας

     Ὁ Ἅγιος Παῦλος ὁ ὁσιοµάρτυρας

     Ἡ Ἁγία Ἀναστασία ἡ νεοµάρτυς (Ἀντρέγιεβνα) (Ρωσίδα)

     Ὁ Ἅγιος Danid (Οὐαλλός)
Read More ->>

4. Απρίλιος Αγιολόγιον - Εορτολόγιον

0 σχόλια

logion

ΑΠΡΙΛΙΟΣ



Ἁγιολόγιον - Ἀπρίλιος 01




     Ἡ Ὁσία Μαρία ἡ Αἰγύπτια

     Ὁ Ὅσιος Μακάριος ὁ ὁµολογητὴς ἡγούµενος ἱερᾶς Μονῆς Πελεκητῆς

     Οἱ Ἅγιοι Γερόντιος καὶ Βασιλείδης

     Ὁ Δίκαιος Ἄχαζ

     Ὁ Ἅγιος Πολυνίκης

     Ὁ Ὅσιος Εὐθύµιος Σαυζδαλίας

     Ὁ Ἅγιος Μιχαὴλ ὁ νεοµάρτυς, ὁ Ῥῶσος

     Οἱ Ἅγιοι Ἀλέξανδρος, Διονύσιος, Ἰνγενιανή, Πάκερος (ἢ Πάνταινος), Παρθένιος καὶ Σατουρνῖνος
Read More ->>

5. Μάιος Αγιολόγιον - Εορτολόγιον

0 σχόλια

patrologia
ΜΑΙΟΣ
Ἁγιολόγιον - Μάϊος 01


     Ὁ Προφήτης Ἱερεµίας

     Ὁ Ἅγιος Βάτας ὁ Πέρσης ἱεροµάρτυρας

     Ὁ Ἅγιος Φιλόσοφος

     Ἡ Ὁσία Ἰσιδώρα

     Ὁ Ἅγιος Σάββας

     Ἐγκαίνια τῆς Νέας Ἐκκλησίας

     Μνήµη Σεισµοῦ

     Ὁ Ἅγιος Ἀφρικανός Ἐπίσκοπος Λουγδούνου

     Ὁ Ἅγιος Μαῦρος ὁ ἱεροµάρτυρας καὶ «οἱ σὺν αὐτῷ»

     Ὁ Ὅσιος Μιχαὴλ ὁ Θαυµατουργὸς
Read More ->>

6. Ιούνιος Αγιολόγιον - Εορτολόγιον

0 σχόλια

theologos

ΙΟΥΝΙΟΣ
Ἁγιολόγιον - Ἰούνιος 01



     Ὁ Ἅγιος Ἰουστῖνος ὁ Ἀπολογητὴς καὶ φιλόσοφος

     Οἱ Ἅγιοι Ἰοῦστος, Ἰουστῖνος, Χαρίτων, Χαριτὼ ἡ παρθένος, Εὐέλπιστος, Ἰέραξ,

Παΐων καὶ Λιβεριανός (κατ᾿ ἄλλους Βαλλεριανός)

     Ὁ Ἅγιος Νέων

     Ὁ Ὅσιος Πύρρος ὁ Ἐπίσκοπος ὁ Παρθένος

     Ὁ Ἅγιος Φίρµος

     Ὁ Ἅγιος Γεράσιµος

     Ὁ Ἅγιος Θεσπέσιος

     Οἱ Ἅγιοι 10.000 Μάρτυρες

     Διήγηση ὠφέλιµη κάποιου γεωργοῦ Μετρίου ὀνοµαζόµενου

     Ἀνάµνηση τῆς ἀπαλλαγῆς τῆς νήσου Λευκάδας ἀπὸ τὴν ἀῤῥώστια πανώλη, τὸ ἔτος 1744
Read More ->>

7.Ιούλιος Αγιολόγιον - Εορτολόγιον

0 σχόλια

theos


ΙΟΥΛΙΟΣ



Ἁγιολόγιον - Ἰούλιος 01



     Οἱ Ἅγιοι Κοσµᾶς καὶ Δαµιανὸς οἱ Ἀνάργυροι

     Ὁ Ὅσιος Πέτρος τοῦ Πατρικίου ἐν τοῖς Εὐάνδρου

     Οἱ Ἅγιοι 2000 Μάρτυρες

     Ὁ Ἅγιος Μαυρίκιος

     Οἱ Ἅγιοι 25 Μάρτυρες οἱ ἐν Νικοµηδείᾳ

     Ὁ Ὅσιος Βασίλειος, κτήτορας τῆς Μονῆς Βαθέος Ρύακος

     Ὁ Ἅγιος Κωνσταντῖνος ὁ Θαυµατουργὸς καὶ οἱ σὺν αὐτῷ

     Ὁ Ὅσιος Λέων ὁ ἐρηµίτης

     Ὁ Ἅγιος Leonorus (Οὐαλλός)
Read More ->>

8. Αύγουστος Αγιολόγιον - Εορτολόγιον

0 σχόλια


theotokos

ΑΥΓΟΥΣΤΟΣ



Ἁγιολόγιον - Αὔγουστος 1
 

     Ἡ Πρόοδος τοῦ Τιµίου καὶ ζωοποιοῦ Σταυροῦ

     Οἱ Ἅγιοι Ἑπτὰ Μακκαβαῖοι, Ἀβεὶµ (ἢ Ἄβιβος), Ἀντώνιος (ἢ Ἀντωνῖνος), Γουρίας,

Ἐλεάζαρος, Εὐσεβώνας, Ἀχείµ, Μάρκελλος (ἢ Σάµωνας, ἢ Εὔλαλος ἢ Μᾶρκος), ἡ

µητέρα τους Σολοµονὴ καὶ ὁ διδάσκαλός τους Ἐλεάζαρος

     Οἱ Ἅγιοι Ἐννέα Μάρτυρες ποὺ µαρτύρησαν στὴν Πέργη τῆς Παµφυλίας, Λεόντιος, Ἄττος, Ἀλέξανδρος, Κινδέος, Μνησίθεος, Κυριακός, Μηναῖος, Κατοῦνος καὶ Εὔκλεος (ἢ Εὔκλης)

     Ὁ Ἅγιος Πάπας ὁ νέος

     Ὁ Ἅγιος Ἐλεάζαρος

     Ὁ Ἅγιος Κήρυκος

     Ὁ Ἅγιος Θεόδωρος

     Ὁ Ἅγιος Πολύεκτος

     Οἱ Ἅγιοι Μηνὴς (ἢ Μηνός) καὶ Μηναῖος καὶ οἱ λοιποὶ ἐν τῷ Βιγλεντίῳ, πλησίον τοῦ χαλκοῦ Τετραπύλου
Read More ->>

11. Νοέμβριος Αγιολόγιον - Εορτολόγιον

1 σχόλια


christ

 ΝΟΕΜΒΡΙΟΣ

Ἁγιολόγιον - Νοέµβριος 1



     Οἱ Ἅγιοι Κοσµᾶς καὶ Δαµιανός, οἱ Ἀνάργυροι καὶ θαυµατουργοί

     Οἱ Ἁγίες Κυριαίνα καὶ Ἰουλιανὴ

     Οἱ Ἅγιοι Καισάριος, Δάσιος, καὶ ἄλλοι πέντε Μάρτυρες, Σάββας, Σαβινιανός,Ἀγρίππας, Ἀδριανὸς καὶ Θωµᾶς τὸ νήπιο

     Οἱ Ἅγιοι Ἰωάννης ὁ Ἐπίσκοπος καὶ Ἰάκωβος ὁ Πρεσβύτερος

     Ὁ Ἅγιος Ἐρµινίγγελδος (ἢ Ἐρµηνίγγιλδος)

     Οἱ Ἅγιοι Κυπριανὸς καὶ Ἰουλιανὴ

     Ἡ Ἁγία Θεολήπτη

     Οἱ Ἅγιοι Ἰάκωβος ὁ νέος Ὁσιοµάρτυρας ἀπὸ τὴν Καστοριὰ καὶ οἱ δυὸ µαθητές του, Ἰάκωβος ὁ Διάκονος καὶ Διονύσιος ὁ Μοναχός

     Ὁ Ὅσιος Δαβὶδ ποὺ ἀσκήτευσε στὴν Εὔβοια

     Ἡ Ἁγία Ἑλένη ἡ Παρθενοµάρτυς ἀπὸ τὴν Σινώπη
Read More ->>

9. Σεπτέμβριος Αγιολόγιον - Εορτολόγιον

0 σχόλια

christ

ΣΕΠΤΕΜΒΡΙΟΣ

Ἁγιολόγιον - Σεπτέµβριος 1



     Ἀρχὴ τῆς Ἰνδίκτου (δηλαδὴ ἀρχὴ τοῦ νέου Ἐκκλησιαστικοῦ ἔτους)

     Ὁ Ὅσιος Συµεὼν ὁ Στυλίτης

     Ἡ Ὁσία Μάρθα

     Ἡ Ὁσία Εὐανθία

     Ὁ Δίκαιος Ἰησοῦς γιὸς τοῦ Ναυῆ

     Οἱ Ἁγίες 40 Παρθένες καὶ Ἀσκήτριες: Ἀδαµαντίνη, Καλλιρόη, Χαρίκλεια, Πηνελόπη, Κλειώ, Θάλεια, Μαριάνθη, Εὐτέρπη, Τερψιχόρη, Οὐρανία, Κλεονίκη, Σαπφώ, Ἐρατώ, Πολύµνια, Δωδώνη, Ἀθηνᾶ, Τρωάδα, Κλεοπάτρα, Κοραλία, Καλλίστη, Θεονόη, Θεανώ, Ἀσπασία, Πολυνίκη, Διόνη, Θεοφανή, Ἐρασµία, Ἐρµηνεία, Ἀφροδίτη, Μαργαρίτα, Ἀντιγόνη, Πανδώρα, Χάϊδω, Λάµπρω, Μόσχω, Ἀρηβοΐα, Θεονύµφη, Ἀκριβή, Μελποµένη, Ἐλπινίκη καὶ Ἀµµοῦν ὁ διδάσκαλος αὐτῶν
Read More ->>

10. Οκτώβριος Αγιολόγιον - Εορτολόγιον

0 σχόλια

theotokos

ΟΚΤΩΒΡΙΟΣ

Ἁγιολόγιον - Ὀκτώβριος 1



     Ὁ Ἅγιος Ἀνανίας ὁ Ἀπόστολος

     Ὁ Ὅσιος Ῥωµανὸς ὁ Μελῳδός, ὁ ποιητὴς τῶν Κοντακίων

     Οἱ Ἅγιοι Μιχαὴλ ἡγούµενος τῆς Μονῆς Ζώβης καὶ 36 ἄλλοι Ὁσιοµάρτυρες

     Ὁ Ἅγιος Δοµνῖνος

     Ὁ Ὅσιος Ἰωάννης ὁ ψάλτης ὁ καλούµενος Κουκουζέλης

     Ὁ Ὅσιος Γρηγόριος ὁ Δοµέστικος

     Τῇ αὐτῇ ἡµέρᾳ τὴν ἀνάµνησιν ποιούµεθα τῆς Ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡµῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας

     Σύναξις (πανήγυρις) τῆς Ὑπεραγίας Θεοτόκου τῆς Γοργοϋπηκόου

     Ὁ Ὅσιος Σάββας ὁ ἐν Βησερίᾳ ὁ Θαυµατουργὸς (Ρῶσος)
Read More ->>

Πέμπτη 16 Ιουνίου 2016

1.Περί της των νεκρών άναστάσεως ομιλία.

0 σχόλια

Ioannis

Ιωάννης Χρυσόστομος
Τόμος  50
1.Περί της των νεκρών άναστάσεως ομιλία.             

αʹ. Περὶ δογμάτων  ὑμῖν ἔμπροσθεν διελέχθημεν  καὶ τῆς τοῦ μονογενοῦς  Υἱοῦ τοῦ   Θεοῦ  δόξης,  ἐπιστομίζοντες   τοὺς   καθαιροῦντας   αὐτοῦ   τὴν   ἀξίαν,   καὶ   τοῦ γεγεννηκότος  αὐτὸν  ἀλλοτριοῦντας·   σήμερον  τὸν  ἠθικώτερον   βούλομαι  γυμνάσαι λόγον, καὶ περὶ βίου καὶ πολιτείας  ἅπασαν ποιήσασθαι τὴν παραίνεσιν· μᾶλλον δὲ οὐκ ἠθικὸς  ἔσται  μόνον,  ἀλλὰ  καὶ  δογματικὸς   οὗτος    λόγος·  εἰς  γὰρ  τὴν  περὶ  τῆς ἀναστάσεως ὑπόθεσιν καθεῖναι παρασκευάζομαι. Αὕτη δὲ ἡ ὑπόθεσις ποικίλη τίς ἐστιν, ὁμοῦ καὶ εἰς δόγματα ἡμᾶς διορθοῦσα, καὶ τὸν βίον ἡμῶν ῥυθμίζουσα, καὶ τὴν τοῦ Θεοῦ πρόνοιαν   ἁπάσης  ἀπαλλάττουσα   κατηγορίας.   Καὶ  ὥσπερ  ἀπιστουμένη,   τὴν   ζωὴν ἀνατρέπει  τὴν ἡμετέραν, καὶ μυρίων  κακῶν  ἐμπίπλησι, καὶ τὰ ἄνω κάτω ποιεῖ· οὕτω πιστευομένη, τοὺς περὶ τῆς Προνοίας ἡμῖν συνεισάγει λόγους, καὶ πολλὴν τῆς  ἀρετῆς  παρασκευάζει  ποιεῖσθαι  τὴν  ἐπιμέλειαν,  καὶ  μετὰ  πολλῆς  τῆς  σπουδῆς  τὴν κακίαν  φεύγειν,  καὶ γαλήνης  ἅπαντα  καὶ εἰρήνης  πληροῖ. Ὁ μὲν γὰρ μὴ προσδοκῶν ἀναστήσεσθαι, μηδὲ εὐθύνας δώσειν τῶν ἐνταῦθα πεπραγμένων  αὐτῷ, ἀλλὰ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα στήσεσθαι νομίζων, καὶ περαιτέρω μηδὲν εἶναι πλέον, οὔτε ἀρετῆς ἐπιμελήσεται· πῶς γὰρ, μηδεμίαν προσδοκῶν ἀμοιβὴν αὐτῷ κεῖσθαι τῶν πόνων; οὔτε κακίας ἀφέξεται,  μηδεμίαν  προσδοκῶν ὑποστήσεσθαι κόλασιν τῶν  κακῶς αὐτῷ πεπραγμένων·  ἀλλ' ἐπιδοὺς  ἑαυτὸν  ταῖς  ἀτόποις  ἐπιθυμίαις,  πᾶν  εἶδος  ἐπελεύσεται πονηρίας
Read More ->>

4.Εις την Αγίαν Πεντηκοστήν, καὶ διὰ τί σημεία νύν οὐ γίνεται,

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
4.Εις την Αγίαν Πεντηκοστήν, καὶ διὰ τί σημεῖα νῦν οὐ γίνεται, καὶ ὅτι τὰ πραττόμενα καὶ λεγόμενα παρ' ἡμῶν ἀναγράφεται.Ὁμιλία αʹ.

αʹ. Πάλιν ἑορτὴ, καὶ πάλιν πανήγυρις, καὶ πάλιν ἡ Ἐκκλησία τῷ πλήθει τῶν τέκνων κομᾷ, ἡ πολύτεκνος αὕτη καὶ φιλότεκνος. Ἀλλὰ τί τῆς φιλοτεκνίας  ὄφελος, ὅταν ἑορταῖς μόνον, ἀλλὰ μὴ διηνεκῶς βλέπῃ τὰ ποθούμενα πρόσωπα τῶν παιδίων, ὥσπερ  ἂν  εἴ  τις  ἱμάτιον  ἔχων  καλὸν  μὴ  συγχωροῖτο  αὐτῷ  χρῆσθαι  διηνεκῶς; Ἱμάτιον  γὰρ τῆς Ἐκκλησίας τῶν  παραγινομένων  τὸ πλῆθός  ἐστι, καθάπερ καὶ ὁ προφήτης φησὶν ἄνωθεν πρὸς τὴν Ἐκκλησίαν λέγων· Πάντας αὐτοὺς περιθήσεις ὡς κόσμον νυμφίου, καὶ ὡς στολὴν νύμφης.Καθάπερ οὖν  γυνή  τις  σώφρων  καὶ  ἐλευθέρα  κατεσταλμένον  μέχρι  τῶν σφυρῶν ἔχουσα τὸν χιτωνίσκον  εὐπρεπεστέρα φαίνεται  καὶ βελτίων·  οὕτω καὶ ἡ  Ἐκκλησία φαιδροτέρα σήμερον δείκνυται τὰ πλήθη τῶν ὑμετέρων σωμάτων περιβαλλομένη,  καὶ κατεσταλμένον  ἔχουσα τὸ ἱμάτιον. Οὐδὲν γὰρ αὐτῆς σήμερον μέρος γυμνόν ἐστιν ἰδεῖν, καθάπερ ἐν ταῖς ἔμπροσθεν ἡμέραις· ἀλλὰ τῆς γυμνώσεως ἐκείνης   αἴτιοι   οἱ   παραγενόμενοι   σήμερον   μόνον,   οἱ   μὴ   ἀεὶ   τὴν   μητέρα περιστέλλοντες.   Ὅτι  δὲ   οὐ   μικρὸς   κίνδυνος   γυμνὴν   τὴν   μητέρα  περιορᾷν, ἀναμνησθῶμεν  παλαιᾶς ἱστορίας· ἀναμνησθῶμεν  τοῦ γυμνὸν  ἰδόντος τὸν πατέρα, καὶ δόντος κόλασιν τῆς ὄψεως ἐκείνης. Καίτοι γε ἐκεῖνος οὐκ ἐποίησε γυμνὸν τὸν πατέρα·  ἀλλ'  εἶδε  μόνον  γυμνὸν  ὄντα  τὸν  πατέρα·  καὶ  οὐδὲ  οὕτως  ἀπηλλάγη τιμωρίας,  ἐπειδὴ  εἶδε  μόνον·  οἱ δὲ σήμερον παραγενόμενοι,  καὶ  πρὸ τούτου  μὴ παραγενόμενοι, οὐχ ὁρῶσι γυμνὴν τὴν μητέρα, ἀλλὰ γυμνὴν ποιοῦσιν αὐτήν. Εἰ δὲ ὁ γύμνωσιν   ἰδὼν  οὐκ  ἐξέφυγε  τιμωρίαν,  οἱ  γύμνωσιν  ποιοῦντες  ποίας  ἂν  εἶεν συγγνώμης  ἄξιοι; Ταῦτα οὐχὶ  πλῆξαι  βουλόμενος  λέγω,  ἀλλ' ἵνα  φύγωμεν  τὴν τιμωρίαν, ἵνα φύγωμεν τὴν κατάραν τοῦ Χὰμ, ἵνα μιμησώμεθα τὴν εὔνοιαν τοῦ Σὴμ καὶ  τοῦ  Ἰάφεθ,  καὶ  περιστέλλωμεν   καὶ  ἡμεῖς  ἀεὶ  τὴν  μητέρα  τὴν  ἡμετέραν.Ἰουδαϊκοῦ  φρονήματός  ἐστι τρὶς  τοῦ  ἐνιαυτοῦ  φαίνεσθαι  μόνον  τῷ  Θεῷ· πρὸς ἐκείνους εἴρηται, Τρὶς τοῦ ἐνιαυτοῦ ὀφθήσῃ Κυρίῳ τῷ Θεῷ σου· ἡμᾶς δὲ διαπαντὸς βούλεται    Θεὸς φαίνεσθαι  αὐτῷ.  
Read More ->>

6. Εγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος αʹ

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
6. Εγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος αʹ

1.1 Οὐκ ἄν τις ἁμάρτοι λειμῶνα  ἀρετῶν καὶ παράδεισον πνευματικὸν  καλέσας τὴν Παύλου ψυχήν, οὕτω πολὺ μὲν ἤνθει τῇ χάριτι, ἀξίαν δὲ τῆς χάριτος ἐπεδείκνυτο τῆς  ψυχῆς  τὴν  φιλοσοφίαν.  Ἐπειδὴ γὰρ σκεῦος ἐκλογῆς  γέγονε,  καὶ καλῶς  ἑαυτὸν ἐξεκάθηρε, δαψιλὴς  ἡ τοῦ Πνεύματος ἐξεχύθη  εἰς αὐτὸν  δωρεά. Ὅθεν ἡμῖν καὶ τοὺς θαυμαστοὺς ἔτεκε ποταμούς, οὐ κατὰ τὴν τοῦ παραδείσου πηγὴν τέσσαρας μόνους, ἀλλὰ πολλῷ πλείους καθ' ἑκάστην ῥέοντας τὴν ἡμέραν, οὐ τὴν γῆν ἄρδοντας, ἀλλὰ τὰς τῶν ἀνθρώπων  ψυχὰς  εἰς καρπογονίαν  ἀρετῆς διεγείροντας.  Τίς οὖν  ἀρκέσει λόγος  τοῖς τούτου κατορθώμασιν; ἢ ποία δυνήσεται γλῶσσα ἐφικέσθαι τῶν ἐγκωμίων τῶν ἐκείνου; Ὅταν γὰρ ἅπαντα  τὰ ἐν ἀνθρώποις  καλὰ συλλαβοῦσα ἔχῃ ψυχὴ  μία, καὶ πάντα  μεθ' ὑπερβολῆς, οὐ μόνον δὲ τὰ τῶν ἀνθρώπων, ἀλλὰ καὶ τὰ τῶν ἀγγέλων, πῶς περιεσόμεθα τοῦ μεγέθους τῶν ἐγκωμίων; Οὐ μὴν διὰ τοῦτο σιγήσομεν, ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο  μάλιστα  ἐροῦμεν.  Καὶ γὰρ καὶ τοῦτο  ἐγκωμίου  μέγιστον  εἶδος, τὸ νικᾶν  τῶν κατορθωμάτων  τὸ μέγεθος μετὰ πάσης περιουσίας τοῦ λόγου τὴν εὐκολίαν, καὶ ἡ ἧττα μυρίων τροπαίων ἐστὶν ἡμῖν λαμπροτέρα.
1.2 Πόθεν οὖν εὔκαιρον εἴη ἂν ἅψασθαι τῶν  ἐγκωμίων; Πόθεν ἄλλοθεν  ἢ ἀπ' αὐτοῦ τούτου πρώτου, τοῦ δεῖξαι τὰ ἁπάντων  ἔχοντα ἀγαθά; Εἴτε γὰρ προφῆται ἐπεδείξαντό  τι γενναῖον,  εἴτε πατριάρχαι,  εἴτε δίκαιοι, εἴτε ἀπόστολοι, εἴτε μάρτυρες, πάντα ταῦτα ὁμοῦ συλλαβὼν ἔχει μετὰ τοσαύτης ὑπερβολῆς μεθ' ὅσης οὐδεὶς ἐκείνων, ὅπερ ἕκαστος εἶχε καλόν, ἐκέκτητο
Read More ->>

8. Εγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος γʹ

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50
8. Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος γʹ
3.1 Ὁ μακάριος Παῦλος τῆς ἀνθρωπίνης  προθυμίας ἐνδεικνύμενος  τὴν ἰσχύν, καὶ ὅτι πρὸς αὐτὸν δυνάμεθα πτῆναι τὸν οὐρανόν, ἀφεὶς ἀγγέλους καὶ ἀρχαγγέλους καὶ τὰς ἄλλας  δυνάμεις,  ποτὲ  μὲν  δι' ἑαυτοῦ  μόνου  μιμητὰς  γενέσθαι  κελεύει  τοῦ  Χριστοῦ λέγων·  Μιμηταί μου γίνεσθε,  καθὼς  κἀγὼ  Χριστοῦ· ποτὲ  δὲ καὶ χωρὶς  ἑαυτοῦ  πρὸς αὐτὸν  αὐτοὺς  ἀναβιβάζει  τὸν  Θεὸν λέγων·  Γίνεσθε οὖν μιμηταὶ  τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά. Εἶτα δεικνὺς ὡς οὐδὲν οὕτω ποιεῖ τὴν μίμησιν ταύτην, ὡς τὸ κοινωφελῶς ζῆν καὶ πρὸς τὸ τῷ παντὶ χρήσιμον ὁρᾶν, ἐπήγαγε· Περιπατεῖτε ἐν ἀγάπῃ. ∆ιὰ τοῦτο εἰπών· Μιμηταί μου γίνεσθε, περὶ ἀγάπης εὐθέως διαλέγεται, δεικνὺς ὅτι αὕτη μάλιστα ἡ ἀρετὴ ἐγγὺς εἶναι ποιεῖ Θεοῦ· ὡς αἵ γε ἄλλαι ταύτης καταδεέστεραι, καὶ περὶ ἀνθρώπους πᾶσαι στρέφονται·  οἷον  ἡ πρὸς ἐπιθυμίαν  μάχη,  ὁ περὶ  τὴν  γαστέρα πόλεμος,  ἡ πρὸς τὴν φιλαργυρίαν  παράταξις, ἡ πρὸς τὸν θυμὸν πάλη· τὸ δὲ φιλεῖν,  τοῦτο κοινὸν ἡμῶν καὶ τοῦ Θεοῦ. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς.

3.2 Τοῦτο τοίνυν  καὶ ὁ Παῦλος εἰδὼς κεφάλαιον  ὂν τῶν ἀγαθῶν, μετὰ πολλῆς ἐπεδείξατο  τῆς  ἀκριβείας.  Οὐδεὶς γοῦν  οὕτως  ἐχθροὺς  ἐφίλησεν,  οὐδεὶς  οὕτω  τοὺς ἐπιβουλεύσαντας  εὐηργέτησεν,  οὐδεὶς τοσαῦτα ὑπὲρ τῶν  λελυπηκότων ἔπαθεν·  οὐδὲ γὰρ εἰς ἅπερ ἔπασχεν ἔβλεπεν,  ἀλλὰ τὸ κοινὸν  τῆς φύσεως ἐνενόει,  καὶ ὅσῳ μᾶλλον ἐξεθηριοῦντο, τοσούτῳ μᾶλλον αὐτῶν ἠλέει τὴν μανίαν. Καὶ ὡς ἄν τις διατεθείη πατὴρ περὶ  παῖδα  φρενίτιδι   κατεχόμενον–ὅσῳ   γὰρ  ἂν  ὑβρίζηται  καὶ  λακτίζῃ  χαλεπῶς   ὁ κάμνων, τοσούτῳ μᾶλλον  αὐτὸν ἐλεεῖ καὶ δακρύει–, οὕτω κἀκεῖνος τῇ τῶν δαιμόνων ὑπερβολῇ   τῶν   ταῦτα   ἐπαγόντων  αὐτῷ   τὴν   νόσον   στοχαζόμενος,   πρὸς  πλείονα κηδεμονίαν διανίστατο
Read More ->>

10. Εγκώμιον εἰς τὸν άγιον ἀπόστολον Παύλον λόγος εʹ

0 σχόλια
Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50

10. Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος εʹ

5.1 Ποῦ νῦν εἰσιν οἱ τὸν θάνατον  αἰτιώμενοι,  καὶ τὸ παθητὸν  τοῦτο σῶμα καὶ φθαρτὸν ἐμπόδιον εἶναι λέγοντες αὐτοῖς πρὸς ἀρετήν; Ἀκουσάτωσαν τῶν Παύλου κατορθωμάτων,  καὶ παυέσθωσαν τῆς πονηρᾶς ταύτης διαβολῆς. Τί γὰρ τὸ γένος ἡμῶν ἔβλαψεν ὁ θάνατος; τί δὲ ἡ φθορὰ πρὸς ἀρετὴν ἐνεπόδισεν; Ἐννόησον Παῦλον, καὶ ὄψει ὅτι καὶ ὤνησεν ἡμᾶς τὰ μέγιστα τὸ γενέσθαι θνητούς. Εἰ γὰρ μὴ θνητὸς ἦν οὗτος, οὐκ ἂν ἐδυνήθη  εἰπεῖν, μᾶλλον  δὲ οὐκ ἂν ἐπιδείξασθαι ἐδυνήθη  ὃ διὰ τῶν  ἔργων  εἶπεν, ὅτι· Καθ'  ἡμέραν  ἀποθνήσκω,  νὴ  τὴν  ὑμετέραν  καύχησιν,  ἣν  ἔχω  ἐν  Χριστῷ  Ἰησοῦ. Πανταχοῦ γὰρ ἡμῖν  ψυχῆς  καὶ προθυμίας  δεῖ, καὶ τὸ κωλῦον  οὐδὲν ἐν τοῖς πρώτοις τετάχθαι.  Οὐχὶ θνητὸς  ἦν  οὗτος; οὐχὶ  ἰδιώτης; οὐχὶ  πένης  καὶ ἐκ τῆς  καθ' ἑκάστην ἡμέραν ἐργασίας ποιούμενος τὴν τροφήν; οὐχὶ σῶμα εἶχε πάσαις ἀνάγκαις ὑποκείμενον φυσικαῖς; Τί οὖν αὐτὸν ἐκώλυσε γενέσθαι τοιοῦτον οἷος γέγονεν; Οὐδέν. Μηδεὶς τοίνυν ἀθυμείτω  πένης,  μηδεὶς  δυσχεραινέτω  ἰδιώτης,  μηδεὶς  ἀλγείτω  τῶν  εὐτελῶν,  ἀλλ' ἐκεῖνοι  μόνοι  ὅσοι ψυχὴν  μεμαλακισμένην  καὶ  διάνοιαν  ἔχουσιν  ἐκνενευρισμένην. Τοῦτο γὰρ γίνεται  κώλυμα  μόνον  πρὸς ἀρετήν,  κακία  ψυχῆς  καὶ  μαλακία  γνώμης· ταύτης δὲ ἄνευ τῶν ἄλλων  οὐδέν. Καὶ τοῦτο δῆλον ἀπὸ τοῦ μακαρίου τούτου τοῦ νῦν συναγαγόντος  ἡμᾶς. Ὥσπερ γὰρ τοῦτον  οὐδὲν ταῦτα παρέβλαψεν,  οὕτω τοὺς ἔξωθεν οὐδὲν τὰ ἐναντία  ὠφέλησεν, οὐ λόγων  δεινότης, οὐ χρημάτων  πλῆθος, οὐ περιφάνεια γένους, οὐ δόξης μέγεθος, οὐ τὸ ἐν δυναστείᾳ εἶναι.
Read More ->>

12. Εγκώμιον εἰς τὸν άγιον ἀπόστολον Παύλον λόγος ζʹ

0 σχόλια
Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50

12. Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος ζʹ

7.1 Ὅταν οἱ τὰ σημεῖα βαστάζοντες τὰ βασιλικά, σάλπιγγος πρὸ αὐτῶν ἠχούσης καὶ  πολλῶν   στρατιωτῶν   προηγουμένων,   εἰς  τὰς  πόλεις   εἰσίωσιν,  ἅπας    δῆμος συντρέχειν  εἴωθεν,  ὥστε  καὶ  τῆς  ἠχῆς  ἀκοῦσαι,  καὶ  τὸ  σημεῖον  ἰδεῖν  ἐφ' ὑψηλοῦ φερόμενον,   καὶ  τοῦ  βαστάζοντος  τὴν  ἀνδρείαν.  Ἐπεὶ  οὖν  καὶ  Παῦλος  εἰσέρχεται σήμερον, οὐκ εἰς πόλιν, ἀλλ' εἰς τὴν οἰκουμένην, συνδράμωμεν ἅπαντες. Καὶ γὰρ οὗτος σημεῖον βαστάζει, οὐ τοῦ κάτω  βασιλέως,  ἀλλὰ  τὸν  σταυρὸν τοῦ ἄνω  Χριστοῦ, καὶ προηγοῦνται  οὐκ  ἄνθρωποι,  ἀλλ' ἄγγελοι,  καὶ  εἰς  τιμὴν  τοῦ  βασταζομένου  καὶ  εἰς ἀσφάλειαν τοῦ φέροντος. Εἰ γὰρ τοῖς τὸν ἴδιον βίον οἰκονομοῦσι, καὶ οὐδὲν τῶν κοινῶν πράττουσιν, ἄγγελοι παρὰ τοῦ τῶν ὅλων ∆εσπότου εἰσὶ δεδομένοι φύλακες, καθὼς καὶ Ἰακώβ φησιν· Ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητός  μου· πολλῷ  μᾶλλον  ἐπὶ τῶν τὴν οἰκουμένην  ἐγχειρισθέντων καὶ τηλικοῦτον  βασταζόντων  ὄγκον  δωρεῶν  πάρεισιν αἱ δυνάμεις  αἱ ἄνω.  Οἱ μὲν  οὖν  παρὰ τῶν  ἔξωθεν  ταύτης  ἠξιωμένοι  τῆς τιμῆς,  ἱμάτια περίκεινται  καὶ περιαυχένιον  κόσμον χρυσοῦν, καὶ πάντοθέν  εἰσι λαμπροί·  οὗτος δὲ ἅλυσιν  ἀντὶ  χρυσοῦ περικείμενος  βαστάζει τὸν  σταυρόν· οὗτος  ἐλαυνόμενος,  οὗτος μαστιζόμενος καὶ λιμώττων.
Read More ->>

14.Ομιλια εγκωμιαστική. Εἰς τὸν ἅγιον μάρτυρα Λουκιανόν.

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50

14.Ομιλια  εγκωμιαστικη. Εἰς τὸν ἅγιον μάρτυρα Λουκιανόν.

αʹ. Ὅπερ χθὲς ἐδεδοίκειν ἐξέβη, καὶ τέλος ἔλαβε νῦν,  καὶ τῆς ἑορτῆς ἀπελθούσης,  καὶ  τὸ  πλῆθος  ἡμῖν  συναπεδήμησε, καὶ  ἐλάττων  ἡμῖν  ὁ σύλλογος γέγονε. Καὶ ᾔδειν μὲν τοῦτο συμβησόμενον πάντως· οὐ μὴν δὲ διὰ  τοῦτο τῆς παραινέσεως ἀπέστην· εἰ γὰρ καὶ μὴ   πάντες ἐπείσθησαν οἱ χθὲς ἀκούσαντες, ἀλλ' οὐδὲ πάντες ἠπείθησαν· οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίας λόγον ἡμῖν· διόπερ οὐδὲ σήμερον ἀποστήσομαι ταύτης  τῆς συμβουλῆς· εἰ γὰρ καὶ μὴ δι' ἡμῶν, ἀλλά γε δι'  ὑμῶν πάντως  ἀκούσονται τὰ λεγόμενα. Τίς γὰρ δυνη θείη σιγῇ τὴν τοσαύτην αὐτῶν ῥᾳθυμίαν ἐνεγκεῖν, ἢ  μεταδοῦναι συγγνώμης καὶ ἀπολογίας αὐτοῖς, οἳ διὰ τοσούτου χρόνου τὴν μητέρα ἰδόντες, καὶ τῶν ἐν αὐτῇ   καλῶν ἀπολαύσαντες ἀπέστησαν, καὶ οὐκ ἠνέσχοντο   τὸ δεύτερον ἐπιστρέψαι πάλιν, οὐδὲ τὴν τοῦ Νῶε περιστερὰν, ἀλλὰ τὸν κόρακα ἐμιμήσαντο, καὶ ταῦτα  τοῦ κλυδωνίου μένοντος ἔτι, καὶ τοῦ χειμῶνος  ἐκείνου,   καὶ χαλεπωτέρας  καθ' ἑκάστην  ἡμέραν ἐγειρομένης ζάλης, καὶ τῆς ἁγίας ταύτης κιβωτοῦ προκειμένης  ἐν μέσῳ, καὶ πάντας καλούσης, καὶ πρὸς ἑαυτὴν  ἐπι σπωμένης, καὶ πολλὴν  τοῖς καταφεύγουσι  παρεχού σης τὴν ἀσφάλειαν; Οὐ γὰρ ὑδάτων, οὐδὲ κυμάτων  ἐμβολὰς, ἀλλὰ τῶν ἀλογωτάτων  παθῶν τὰς συνεχεῖς   ἀποκρούεται ἐπαναστάσεις, καὶ φθόνον ἀναιρεῖ, καὶ   ἀπόνοιαν καταστέλλει.Οὔτε γὰρ ὁ πλούσιος ἐνταῦθα   τοῦ πένητος  ὑπεριδεῖν  δυνήσεται, ἀκούων παρὰ τῶν  θείων Γραφῶν, ὅτι Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· οὔτε ὁ πένης   πλουτοῦντα  ἕτερον ἰδὼν βασκανίᾳ ἁλώσεται, ἀκούων   καὶ αὐτὸς ἑτέρου προφήτου λέγοντος· 
Read More ->>

16.Λόγος εἰς τὸν μακάριον Βαβύλαν καὶ κατὰ Ἑλλήνων

0 σχόλια

Ioannis

Ιωάνης Χρυσόστομος
Τόμος  50

16.Λόγος εἰς τὸν μακάριον Βαβύλαν καὶ κατὰ Ἑλλήνων

1 Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς μέλλων  πρὸς τὸ πάθος ἤδη χωρεῖν καὶ τὸν θάνατον ἀποθνήσκειν τὸν ζωοποιὸν αὐτῇ τῇ τελευταίᾳ νυκτί, καλέσας ἰδίᾳ τοὺς ἑαυτοῦ μαθητάς, ἄλλα τε διελέχθη πολλὰ καὶ παρῄνεσε καὶ μετὰ τῶν ἄλλων εἶπέ τι καὶ τοιοῦτον αὐτοῖς· "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει." Καίτοι πολλοὶ ἕτεροι διδάσκαλοί τε ἐγένοντο καὶ μαθητὰς ἔσχον καὶ θαύματα ἐπεδείξαντο καθὼς Ἑλλήνων παῖδες κομπάζουσι, ἀλλ' ὅμως  οὐδεὶς  οὐδέποτε  ἐκείνων  τοιοῦτον  οὐδὲν  οὔτε  εἰς  νοῦν ἐβάλετο οὔτε εἰπεῖν ἐτόλμησεν. Οὐδ' ἂν ἔχοιεν Ἑλλήνων παῖδες, κἂν πάντα ἀναισχυντοῖεν,  ἐπιδεῖξαι πρόρρησιν ἢ λόγον τοιοῦτον  κείμενον  παρ' αὐτοῖς, ἀλλὰ φάσματα μὲν τῶν κατοιχομένων  καὶ νεκρῶν τινῶν  εἴδωλα δεῖξαι πολλοὶ πολλοὺς παρ' αὐτοῖς θαυματοποιούς φασι, καὶ φωνὰς δέ τινας ἀπὸ μνημείων τισὶν ἐνεχθῆναι λέγουσιν, ὅτι δέ τις τῶν ζησάντων ἀνθρώπων καὶ θαυμασθέντων παρ' αὐτοῖς ἢ οὓς μετὰ τελευτὴν ἐνόμισαν εἶναι θεοὺς εἶπέ τι τοιοῦτον τοῖς ἑαυτοῦ μαθηταῖς οὐδεὶς ἂν αὐτῶν διισχυρίσαιτό ποτε.

2 Καὶ τὴν αἰτίαν δὲ εἰ βούλεσθε ἐρῶ, διὰ τί τὰ ἄλλα πάντα ἀπηρυθριασμένως καὶ γυμνῇ ψευδόμενοι τῇ κεφαλῇ, τοιοῦτον οὐδέποτε οὐδὲν πλάσασθαι ἐτόλμησαν. Οὐ γὰρ ἁπλῶς οὐδὲ ἄνευ τινὸς λόγου ταύτης ἀπέσχοντο τῆς μηχανῆς, ἀλλ' εἶδον τοῦτο κακούργως οἱ λυμεῶνες  ἐκεῖνοι, ὅτι τὸν μέλλοντα  ἀπατᾶν πιθανά τινα καὶ πολλῆς γέμοντα κομψείας καὶ πρὸς τὸ φωραθῆναι  δυσδιάγνωστα συντιθέναι  χρή. Καὶ γὰρ τοὺς  δεινοὺς  τῶν  τε ἰχθύων  τῶν  τε ὀρνίθων  θηρευτὰς  ἔθος οὐ γυμνὰ προτιθέναι τὰ θήρατρα, ἀλλὰ τῷ δελέατι πάντοθεν  αὐτὰ περιστεί λαντας  ἀκριβῶς οὕτω τῆς ἄγρας περιγενέσθαι ἑκατέρας ἑκατέρους. Εἰ δὲ ἐκκαλύψαντες  αὐτὰ τοῖς ἁλίσκεσθαι μέλλουσιν  οὕτω  παρεῖχον  ὁρᾶν, οὔτε  ἰχθῦς  οὔτε  ὄρνις  τῶν  ἀρκύων ἐκείνων ἐντὸς ἂν ἐγένοντό ποτε, μᾶλλον δὲ οὐδ' ἂν τὴν ἀρχὴν προσῆλθον αὐτοῖς, ἀλλὰ κεναῖς ἂν ἕκαστος οἴκαδε ἀπῆλθε χερσὶν ὅ τε θαλάττιος ὅ τε χερσαῖος θηρατής. Ἐπεὶ οὖν καὶ τούτοις σαγηνεύειν  ἀνθρώπους  προὔκειτο οὐκ ἔρριψαν γυμνὴν  τὴν ἀπάτην  εἰς  τὸ τοῦ  πέλαγος,  ἀλλὰ  πλασάμενοι  καὶ συνθέντες  τὰ δυνάμενα  τοὺς ἀλογωτέρους ἑλεῖν περαιτέρω προελθεῖν ἐφείσαντο τῷ ψεύδει δεδοικότες τὴν ὑπερβολὴν   καὶ   φοβούμενοι   μὴ  τῇ   τῶν   δευτέρων   ἀμετρίᾳ   καὶ   τὰ   πρότερα ἀναλύσωσαν.
Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |